Crassus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ταῦτα τῶν στρατιωτῶν ἀκουόντων τὸ θράσος ὑπέπιπτεν. πεπεισμένοι γὰρ οὐδὲν Ἀρμενίων διαφέρειν Πάρθους οὐδὲ Καππαδοκῶν, οὓς ἄγων καί φέρων Λούκουλλος ἀπεῖπε, καί τοῦ πολέμου τὸ χαλεπώτατον ἡγούμενοι μακρὰν ὁδὸν ἔσεσθαι καὶ δίωξιν ἀνθρώπων εἰς χεῖρας οὐκ ἀφιξομένων, παρʼ ἐλπίδας ἀγῶνα καί κίνδυνον μέγαν προσεδόκων, ὥστε καί τῶν ἐν τέλει τινὰς οἴεσθαι δεῖν ἐπισχόντα τὸν Κράσσον αὖθις ὑπὲρ τῶν ὅλων γνώμην προθέσθαι. τούτων ἦν Κάσσιος ὁ ταμίας.

ἡσυχῇ δὲ παρεδήλουν καί οἱ μάντεις ὡς ἀεὶ πονηρὰ σημεῖα καί δυσέκθυτα προφαίνοιτο τῷ Κράσσῳ διὰ τῶν ἱερῶν, ἀλλʼ οὔτε τούτοις προσεῖχεν οὔτε τοῖς ἕτερόν τι πλὴν ἐπείγεσθαι παραινοῦσιν.