Crassus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

πρὸς ταῦτα Κράσσου κομπάσαντος ὡς ἐν Σελευκείᾳ δώσει τὰς ἀποκρίσεις, γελάσας ὁ πρεσβύτατος τῶν πρέσβεων Οὐαγίσης καί τῆς χειρὸς ὑπτίας δείξας τὸ μέσον ἐντεῦθεν, εἶπεν, ὦ Κράσσε, φύσονται τρίχες πρότερον ἢ σὺ ὄψει Σελεύκειαν. οὗτοι μὲν οὖν ἀπήλαυνον ὡς βασιλέα Ὑρώδην πολεμητέα φράσοντες, ἐκ δὲ τῶν πόλεων ἃς ἐφρούρουν Ῥωμαῖοι τῆς Μεσοποταμίας, παραβόλως τινὲς διεκπεσόντες ἄξια φροντίδων ἀνήγγελλον,

αὐτόπται μὲν γεγονότες τοῦ τε πλήθους τῶν πολεμίων καί τῶν ἀγώνων ὧν ἠγωνίσαντο προσμαχόμενοι ταῖς πόλεσιν, οἷα δὲ φιλεῖ πάντα πρὸς τὸ δεινότερον ἐξαγγέλλοντες, ὡς ἄφυκτοι μὲν οἱ ἄνδρες διώκοντες, ἄληπτοι δὲ φεύγοντες, βέλη δὲ καινὰ[*](καινὰ MSS., Coraës, Sintenis,1 and Bekker; πτηνὰ (winged) from Pseudo-Appian.) προθέοντα τῆς ὄψεως καί πρὶν ὀφθῆναι τὸν βάλλοντα χωροῦντα διὰ τοῦ προστυχόντος, τῶν δὲ καταφράκτων ὅπλα τὰ μὲν διὰ παντὸς ὠθεῖσθαι, τὰ δὲ πρὸς μηδὲν ἐνδιδόναι πεποιημένα.

p.370