Crassus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ὁ δὲ Κράσσος εἰς Βρεντέσιον ἦλθεν. ἔτι δʼ ἀστατούσης χειμῶσι τῆς θαλάσσης οὐ περιέμεινεν, ἀλλʼ ἀνήχθη καὶ συχνὰ τῶν πλοίων ἀπέβαλε, τὴν δʼ ἄλλην ἀναλαβὼν δύναμιν ἠπείγετο πεζῇ διὰ Γαλατίας, εὑρὼν δὲ τὸν βασιλέα Δηιόταρον πάνυ μὲν ὄντα γηραιὸν ἤδη, κτίζοντα δὲ νέαν πόλιν, ἐπέσκωψεν εἰπών ὦ βασιλεῦ, δωδεκάτης ὥρας οἰκοδομεῖν ἄρχῃ . γελάσας δʼ ὁ Γαλάτης·

ἀλλʼ οὐδʼ αὐτός, εἶπεν, ὦ αὐτόκρατορ, ὡς ὁρῶ, πρωὶ λίαν ἐπὶ Πάρθους ἐλαύνεις. ἦν δʼ ὁ Κράσσος ἑξήκοντα μὲν ἔτη παραλλάττων, πρεσβύτερος δὲ τὴν ὄψιν ἢ καθʼ ἡλικίαν. ἀφικόμενον δʼ αὐτὸν ἐδέξατο τὰ πράγματα τῆς ἐλπίδος ἀξίως τὸ πρῶτον. καὶ γὰρ ἔζευξε ῥᾳδίως τὸν Εὐφράτην καὶ διήγαγε τὸν στρατὸν ἀσφαλῶς, καὶ πόλεις πολλὰς ἐν τῇ Μεσοποταμίᾳ κατέσχεν ἑκουσίως προσθεμένας.

ἐν μιᾷ δʼ, ἧς Ἀπολλώνιός ἐτυράννει, στρατιωτῶν ἑκατὸν ἀναιρεθέντων ἐπαγαγὼν τὴν δύναμιν αὐτοῖς καὶ κρατήσας διήρπασε τὰ χρήματα καὶ τοὺς ἀνθρώπους ἀπέδοτο· Ζηνοδοτίαν ἐκάλουν τὴν πόλιν οἱ Ἕλληνες. ἐπὶ ταύτης ἀλούσης δεξάμενος αὐτοκράτωρ ὑπὸ τῆς στρατιᾶς ἀναγορευθῆναι πολλὴν ὦφλεν αἰσχύνην, καὶ ταπεινὸς ἐφάνη καὶ περὶ τὰ μείζονα δύσελπις οὕτω πλεονέκτημα μικρὸν ἠγαπηκώς.

ἐμβαλὼν δὲ φρουρὰς ταῖς προσκεχωρηκυίαις πόλεσιν, ὧν ἀριθμὸς ἧν

p.366
ἑπτακισχίλιοι πεζοί χίλιοι δʼ ἱππεῖς, ἀνεχώρησεν αὐτός ἐν Συρίᾳ διαχειμάσων καὶ δεξόμενος αὐτόθι τὸν υἱόν ἥκοντα παρὰ Καίσαρος ἐκ Γαλατίας αὐτόν τε κεκοσμημένον ἀριστείοις καὶ χιλίους ἱππεῖς ἐπιλέκτους ἄγοντα. τοῦτο πρῶτον ἁμαρτεῖν ἔδοξεν ὁ Κράσσος μετά γε τὴν στρατείαν αὐτήν μέγιστον ἁμάρτημα τῶν γενομένων, ὅτι πρόσω χωρεῖν δέον ἔχεσθαί τε Βαβυλῶνος καὶ Σελευκείας, δυσμενῶν ἀεὶ Πάρθοις πόλεων, χρόνον ἐνέδωκε τοῖς πολεμίοις παρασκευῆς.

ἔπειτα τὰς ἐν Συρίᾳ διατριβὰς ᾐτιῶντο χρηματιστικὰς μᾶλλον οὔσας ἢ στρατηγικάς· οὐ γὰρ ὅπλων ἀριθμὸν ἐξετάζων οὐδὲ γυμνασιῶν ποιούμενος ἁμίλλας, ἀλλὰ προσόδους πόλεων ἐκλογιζόμενος καὶ τὰ χρήματα τῆς ἐν Ἱεραπόλει θεοῦ σταθμοῖς καὶ τρυτάναις μεταχειριζόμενος ἐπὶ πολλὰς ἡμέρας, ἐπιγράφων δὲ καὶ δήμοις καὶ δυνάσταις στρατιωτῶν καταλόγους, εἶτʼ ἀνιεὶς ἀργύριον διδόντας, ἠδόξει καὶ κατεφρονεῖτο τούτοις.

γίνεται δὲ πρῶτον αὐτῷ σημεῖον ἀπὸ τῆς θεοῦ ταύτης, ἣν οἱ μὲν Ἀφροδίτην, οἱ δὲ Ἥραν, οἱ δὲ τὴν ἀρχὰς καὶ σπέρματα πᾶσιν ἐξ ὑγρῶν παρασχοῦσαν αἰτίαν καὶ φύσιν νομίζουσι, καὶ τὴν πάντων εἰς ἀνθρώπους ἀρχὴν ἀγαθῶν καταδείξασαν. ἐξιόντων γὰρ ἐκ τοῦ ἱεροῦ πρῶτος ἐσφάλη κατὰ τὰς πύλας ὁ νεανίας Κράσσος, εἶτʼ ἐπʼ αὐτῷ περιπεσὼν ὁ πρεσβύτερος.

paris.1624.554