Crassus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἦν δὲ οὐκ ἀκούσιος ὁ κλῆρος ἅπασιν. οἵ τε γὰρ πολλοὶ Πομπήϊον μὴ μακρὰν εἶναι τῆς πόλεως ἐβούλοντο, καὶ Πομπήϊος ἐρῶν τῆς γυναικὸς αὐτόθι τὰ πολλὰ διατρίβειν ἔμελλε, Κράσσος δὲ ὑπὸ χαρᾶς εὐθὺς ἐκπεσόντι τῷ κλήρῳ καταφανὴς ἦν οὐδὲν εὐτύχημα λαμπρότερον ἑαυτῷ γεγονέναι τοῦ παρόντος ἡγούμενος, ὡς μόλις ἐν ἀλλοτρίοις καὶ πολλοῖς ἡσυχίαν ἄγειν, πρὸς δὲ τοὺς συνήθεις πολλὰ κενὰ καὶ μειρακιώδη λέγειν παρʼ ἡλικίαν τὴν ἑαυτοῦ καὶ φύσιν, ἥκιστα κομπαστὴς ἢ σοβαρὸς τῷ βίῳ γεγονώς.

τότε δʼ ἐπηρμένος κομιδῇ καὶ διεφθαρμένος οὐ Συρίαν οὐδὲ Πάρθους ὅρον ἐποιεῖτο τῆς εὐπραξίας, ἀλλʼ ὡς παιδιὰν ἀποφανῶν τὰ Λουκούλλου πρὸς Τιγράνην καὶ Πομπηΐου πρὸς Μιθριδάτην, ἄχρι Βακτρίων καὶ Ἰνδῶν καὶ τῆς ἔξω θαλάσσης ἀνῆγεν ἑαυτὸν ταῖς ἐλπίσι.

p.362

καίτοι τῷ γραφέντι περὶ τούτων νόμῳ Παρθικὸς πόλεμος οὐ προσῆν. ᾔδεσαν δὲ πάντες ὅτι πρὸς τοῦτο[*](τοῦτο Bekker adopts τοῦτον from Reiske.) Κράσσος ἐπτόηται· καὶ Καῖσαρ ἐκ Γαλατίας ἔγραφεν αὐτῷ τὴν ὁρμὴν ἐπαινῶν καὶ παροξύνων ἐπὶ τὸν πόλεμον. ἐπεὶ δὲ δημαρχῶν Ἀτήιος ἔμελλε πρὸς τὴν ἔξοδον ἐναντιώσεσθαι, καὶ συνίσταντο πολλοὶ χαλεπαίνοντες εἴ τις ἀνθρώποις οὐδὲν ἀδικοῦσιν, ἀλλʼ ἐνσπόνδοις, πολεμήσων ἄπεισι, δείσας ὁ Κράσσος ἐδεήθη Πομπηΐου παραγενέσθαι καὶ συμπροπέμψαι·

μέγα γὰρ ἦν ἐκείνου τὸ πρὸς τὸν ὄχλον ἀξίωμα· καὶ τότε παρεσκευασμένους πολλοὺς ἐνίστασθαι καὶ καταβοᾶν ὁρώμενος πρὸ αὐτοῦ φαιδρῷ βλέμματι καὶ προσώπῳ κατεπράυνεν ὁ Πομπήιος, ὥσθʼ ὑπείκειν σιωπῇ διʼ αὐτῶν προϊοῦσιν. ὁ δʼ Ἀτήιος ἀπαντήσας πρῶτον μὲν ἀπὸ φωνῆς

paris.1624.553
ἐκώλυε καὶ διεμαρτύρετο μὴ βαδίζειν, ἔπειτα τὸν ὑπηρέτην ἐκέλευεν ἁψάμενον τοῦ σώματος κατέχειν.

ἄλλων δὲ δημάρχων οὐκ ἐώντων, ὁ μὲν ὑπηρέτης ἀφῆκε τὸν Κράσσον, ὁ δʼ Ἀτήιος προδραμὼν ἐπὶ τὴν πύλην ἔθηκεν ἐσχαρίδα καιομένην, καὶ τοῦ Κράσσου γενομένου κατʼ αὐτήν ἐπιθυμιῶν καὶ κατασπένδων ἀρὰς ἐπηρᾶτο δεινὰς μὲν αὐτὰς καὶ φρικώδεις, δεινοὺς δέ τινας θεοὺς καὶ ἀλλοκότους ἐπʼ αὐταῖς καλῶν καὶ ὀνομάζων·

ταύτας φασὶ Ῥωμαῖοι τὰς ἀρὰς ἀποθέτους καὶ παλαιὰς τοιαύτην ἔχειν δύναμιν ὡς περιφυγεῖν μηδένα τῶν ἐνσχεθέντων αὐταῖς, κακῶς δὲ πράσσειν καὶ τὸν χρησάμενον, ὅθεν οὐκ ἐπὶ τοῖς τυχοῦσιν αὐτὰς οὐδʼ ὑπὸ πολλῶν ἀρᾶσθαι. καὶ τότʼ οὖν ἐμέμφοντο τὸν

p.364
Ἀτήιον, εἰ διʼ ἣν ἐχαλέπαινε τῷ Κράσσῳ πόλιν, εἰς αὐτήν ἀρὰς ἀφῆκε καὶ δεισιδαιμονίαν τοσαύτην.