Nicias

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ὁ μὲν οὖν Νικίας πληγεὶς οὐκ ἀπροσδοκήτως ᾐτιᾶτο τοῦ Δημοσθένους τὴν προπέτειαν· ἐκεῖνος δὲ περὶ τούτων ἀπολογησάμενος ἐκέλευσεν ἀποπλεῖν τὴν ταχίστην· οὔτε γὰρ ἄλλην ἀφίξεσθαι δύναμιν αὐτοῖς, οὔτʼ ἀπὸ τῆς παρούσης τῶν πολεμίων κρατεῖν,

ὅπου γε καὶ κρατοῦντας ἐκείνων ἔδει μεταστῆναι καὶ φυγεῖν τὸ χωρίον, ἀεὶ μέν, ὡς πυνθάνονται, βαρὺ καὶ νοσῶδες ὂν στρατοπέδῳ, νῦν δʼ, ὡς βλέπουσι, καὶ διὰ τὴν ὥραν ὀλέθριον. μετοπώρου γὰρ ἦν ἡ ἀρχή· καὶ πολλοὶ μὲν ἠσθένουν ἤδη, πάντες δὲ ἠθύμουν.

ὁ δὲ Νικίας χαλεπῶς ἤκουε τὴν φυγὴν καὶ τὸν ἀπόπλουν, οὐ τῷ μὴ δεδιέναι τοὺς Συρακουσίους, ἀλλὰ τῷ μᾶλλον τοὺς Ἀθηναίους καὶ τὰς ἐκείνων δίκας καὶ συκοφαντίας φοβεῖσθαι.

δεινὸν μὲν οὖν οὐδὲν αὐτόθι προσδοκᾶν ἔφασκεν, εἰ δὲ συμβαίη, μᾶλλον αἱρεῖσθαι τὸν ὑπὸ τῶν πολεμίων θάνατον ἢ τὸν ὑπὸ τῶν πολιτῶν, οὐχ ὅμοια φρονῶν οἷς ὕστερον ὁ Βυζάντιος Λέων εἶπε πρὸς τοὺς ἑαυτοῦ πολίτας· βούλομαι γὰρ, ἔφη, μᾶλλον ὑφʼ ὑμῶν ἢ μεθʼ ὑμῶν ἀποθανεῖν . περὶ μέντοι τόπου καὶ χώρας εἰς ἣν μετατάξουσι τὸ στρατόπεδον, βουλεύσεσθαι καθʼ ἡσυχίαν.

ταῦτα δʼ αὐτοῦ λέγοντος ὁ μὲν Δημοσθένης οὐδὲ τῇ προτέρᾳ γνώμῃ κατευτυχήσας ἐπαύσατο βιαζόμενος, τοῖς δʼ ἄλλοις παρέσχε τὸν Νικίαν προσδοκῶντα καὶ πιστεύοντα τοῖς ἔνδον οὕτως ἐρρωμένως ἀναμάχεσθαι περὶ τῆς ἀποβάσεως· διὸ καὶ συνεχώρησαν. ὡς μέντοι στρατιὰ Συρακουσίοις ἐπῆλθεν ἄλλη καὶ μᾶλλον ἥπτετο τῶν Ἀθηναίων ἡ νόσος, ἤδη καὶ τῷ Νικίᾳ συνεδόκει μεθίστασθαι, καὶ παρήγγειλε τοῖς στρατιώταις εὐτρεπεῖς εἶναι πρὸς ἀπόπλουν.

ὡς δʼ ἦν ἕτοιμα ταῦτα πάντα καὶ τῶν πολεμίων οὐδεὶς παρεφύλαττεν, ἅτε δὴ μὴ προσδοκώντων, ἐξέλιπεν ἡ σελήνη τῆς νυκτός, μέγα δέος τῷ Νικίᾳ καὶ τῶν ἄλλων τοῖς ὑπὸ ἀπειρίας ἢ δεισιδαιμονίας ἐκπεπληγμένοις τὰ τοιαῦτα. τοῦ μὲν γὰρ ἡλίου τὴν περὶ τὰς τριακάδας ἐπισκότησιν ἁμῶς γέ πως ἤδη συνεφρόνουν καὶ οἱ πολλοὶ γενομένην ὑπὸ τῆς σελήνης·

αὐτὴν δὲ τὴν σελήνην, ᾧτινι συντυγχάνουσα καὶ πῶς αἰφνίδιον ἐκ πανσελήνου τὸ φῶς ἀπόλλυσι καὶ χρόας ἵησι παντοδαπάς, οὐ ῥᾴδιον ἦν καταλαβεῖν, ἀλλʼ ἀλλόκοτον ἡγοῦντο καὶ πρὸ συμφορῶν τινων μεγάλων ἐκ θεοῦ γινόμενον σημεῖον.

ὁ γὰρ πρῶτος σαφέστατόν τε πάντων καὶ θαρραλεώτατον περὶ σελήνης καταυγασμῶν καὶ σκιᾶς λόγον εἰς γραφὴν καταθέμενος Ἀναξαγόρας οὔτʼ αὐτὸς ἦν παλαιὸς οὔτε ὁ λόγος ἔνδοξος, ἀλλʼ ἀπόρρητος ἔτι καὶ διʼ ὀλίγων καὶ μετʼ εὐλαβείας τινὸς ἢ πίστεως βαδίζων.

οὐ γὰρ ἠνείχοντο τοὺς φυσικοὺς καὶ μετεωρολέσχας τότε καλουμένους, ὡς εἰς αἰτίας ἀλόγους καὶ δυνάμεις ἀπρονοήτους καὶ κατηναγκασμένα πάθη διατρίβοντας τὸ θεῖον, ἀλλὰ καὶ Πρωταγόρας ἔφυγε, καὶ Ἀναξαγόραν εἱρχθέντα μόλις περιεποιήσατο Περικλῆς, καὶ Σωκράτης, οὐδὲν αὐτῷ τῶν γε τοιούτων προσῆκον, ὅμως ἀπώλετο διὰ φιλοσοφίαν.

ὀψὲ δʼ ἡ Πλάτωνος ἐκλάμψασα δόξα διὰ τὸν βίον τοῦ ἀνδρός, καὶ ὅτι ταῖς θείαις καὶ κυριωτέραις ἀρχαῖς ὑπέταξε τὰς φυσικὰς ἀνάγκας, ἀφεῖλε τὴν τῶν λόγων τούτων διαβολήν, καὶ τοῖς μαθήμασιν εἰς ἅπαντας ὁδὸν ἐνέδωκεν. ὁ γοῦν ἑταῖρος αὐτοῦ Δίων, καθʼ ὃν χρόνον ἔμελλεν ἄρας ἐκ Ζακύνθου πλεῖν ἐπὶ Διονύσιον, ἐκλιπούσης τῆς σελήνης, οὐδὲν διαταραχθεὶς ἀνήχθη, καὶ κατασχὼν ἐν Συρακούσαις ἐξέβαλε τὸν τύραννον.

τῷ μέντοι Νικίᾳ συνηνέχθη τότε μηδὲ μάντιν ἔχειν ἔμπειρον· ὁ γὰρ συνήθης αὐτοῦ καὶ τὸ πολὺ τῆς δεισιδαιμονίας ἀφαιρῶν Στιλβίδης ἐτεθνήκει μικρὸν ἔμπροσθεν. ἐπεὶ τὸ σημεῖον, ὥς φησι Φιλόχορος, φεύγουσιν οὐκ ἦν πονηρόν, ἀλλὰ καὶ πάνυ χρηστόν· ἐπικρύψεως γὰρ αἱ σὺν φόβῳ πράξεις δέονται, τὸ δὲ φῶς πολέμιόν ἐστιν αὐταῖς.