Nicias

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἐν τούτῳ δὲ Δημοσθένης ὑπὲρ τῶν λιμένων ἐπεφαίνετο λαμπρότατος τῇ παρασκευῇ καὶ δεινότατος τοῖς πολεμίοις, ἐπὶ νεῶν ἑβδομήκοντα καὶ τριῶν ἄγων ὁπλίτας πεντακισχιλίους, ἀκοντιστὰς δὲ καὶ τοξότας καὶ σφενδονήτας τρισχιλίων οὐκ ἐλάττους, ὅπλων δὲ κόσμῳ καὶ παρασήμοις τριήρων καὶ πλήθει κελευστῶν καὶ αὐλητῶν θεατρικῶς καὶ πρὸς ἔκπληξιν πολεμίων ἐξησκημένος.

ἦν οὖν, ὡς εἰκός, αὖθις ἐν φόβῳ μεγάλῳ τὰ Συρακουσίων εἰς οὐδὲν πέρας οὐδὲ ἀπαλλαγήν, ἀλλὰ πονοῦντας ἄλλως καὶ φθειρομένους αὑτοὺς μάτην ὁρώντων.

τὸν δὲ Νικίαν οὐ πολὺν χρόνον εὔφρανεν ἡ παρουσία τῆς δυνάμεως, ἀλλʼ ἅμα τῷ πρῶτον ἐν λόγοις γενέσθαι, τοῦ Δημοσθένους εὐθὺς ἐπιχειρεῖν τοῖς πολεμίοις κελεύοντος καὶ τῷ ταχίστῳ τῶν κινδύνων περὶ τοῦ παντὸς διαγωνισαμένους ἑλεῖν Συρακούσας ἢ ἀποπλεῖν οἴκαδε, δείσας καὶ θαυμάσας τὴν ὀξύτητα καὶ τόλμαν ἐδεῖτο μηδὲν ἀπεγνωσμένως πράττειν μηδὲ ἀνοήτως.

τὴν γὰρ τριβὴν εἶναι κατὰ τῶν πολεμίων οὔτε χρήματα κεκτημένων ἔτι, μήτε τῶν συμμάχων αὐτοῖς πολὺν χρόνον παραμενούντων, εἰ δὲ θλίβοιντο ταῖς ἀπορίαις, ταχὺ πάλιν ἐπʼ αὐτὸν ἐπὶ συμβάσεις τραπησομένων, ὡς πρότερον. καὶ γὰρ ἦσαν ἄνδρες οὐκ ὀλίγοι τῶν ἐν Συρακούσαις διαλεγόμενοι τῷ Νικίᾳ κρύφα καὶ μένειν κελεύοντες, ὡς καὶ νῦν ὑπερπονούντων τῷ πολέμῳ καὶ τὸν Γύλιππον βαρυνομένων, ἐὰν δὲ μικρὸν ἐπιτείνωσιν αἱ ἀνάγκαι, παντάπασιν ἀπαγορευσόντων.

τούτων ὁ Νικίας τὰ μὲν αἰνιττόμενος, τὰ δʼ οὐ θέλων ἐν φανερῷ λέγειν, ἀτολμίας παρέσχε τοῖς στρατηγοῖς δόξαν, καὶ ταῦτʼ ἐκεῖνα πάλιν ἥκειν φάσκοντες αὐτοῦ, μελλήματα καὶ διατριβὰς καὶ ἀκριβολογίας, αἷς ἀπώλεσε τὴν ἀκμὴν οὐκ εὐθὺς ἐπιχειρῶν τοῖς πολεμίοις, ἀλλʼ ἕωλος καὶ καταφρονούμενος, τῷ Δημοσθένει προσετίθεντο. καὶ ὁ Νικίας μόλις συνεχώρησεν ἐκβιασθείς.

οὕτω δὴ τὴν πεζὴν στρατιὰν ἀναλαβὼν ὁ Δημοσθένης νυκτὸς ἐπεχείρει ταῖς Ἐπιπολαῖς· καὶ τοὺς μὲν φθάσας πρὶν αἰσθέσθαι τῶν πολεμίων ἀπέκτεινε, τοὺς δʼ ἀμυνομένους ἐτρέψατο. καὶ κρατῶν οὐκ ἔμενεν, ἀλλʼ ἐχώρει προσωτέρω, μέχρι οὗ τοῖς Βοιωτοῖς ἐνέτυχε. πρῶτοι γὰρ οὗτοι συστρέψαντες ἑαυτοὺς καὶ συνδραμόντες εἰς τοὺς Ἀθηναίους ἐναντίοις τοῖς δόρασι μετὰ βοῆς ἐώσαντο καὶ πολλοὺς αὐτοῦ κατέβαλον.

διʼ ὅλου δὲ τοῦ στρατεύματος εὐθὺς ἦν πτοία καὶ ταραχή, καὶ τοῦ φεύγοντος ἤδη καταπιμπλάμενον τὸ ἔτι νικῶν, καὶ τὸ ἐπιβαῖνον καὶ προσφερόμενον ὑπὸ τῶν πεφοβημένων ἀνακοπτόμενον ἑαυτῷ περιέπιπτε, τοὺς μὲν φεύγοντας οἰόμενον διώκειν, τοῖς δὲ φίλοις ὡς πολεμίοις χρώμενον.

ἡ γὰρ ἄτακτος ἀνάμιξις ἐν ταὐτῷ μετὰ φόβου καὶ ἀγνοίας, καὶ τὸ τῆς ὄψεως ἄπιστον ἐν νυκτὶ μήτε σκότος ἄκρατον μήτε φῶς ἐχούσῃ βέβαιον, ἀλλʼ οἵαν εἰκὸς ἤδη καταφερομένης σελήνης καὶ περισκιαζομένης ὅπλοις πολλοῖς καὶ σώμασι κινουμένοις διὰ τοῦ φωτὸς μὴ διασαφοῦσαν τὰ εἴδη φόβῳ τοῦ πολεμίου καὶ τὸ οἰκεῖον ποιεῖν ὕποπτον, εἰς δεινὰς ἀπορίας καὶ περιπετείας καθίστη τοὺς Ἀθηναίους.

ἔτυχον δέ πως καὶ τὴν σελήνην ἔχοντες ὄπισθεν· ὅθεν αὐτοὶ μὲν αὑτοῖς τὰς σκιὰς ἐπιβάλλοντες ἀπέκρυπτον τὸ πλῆθος τῶν ὅπλων καὶ τὴν λαμπρότητα, τοὺς δʼ ἐναντίους ὁ πρὸς τὴν σελήνην τῶν ἀσπίδων ἀντιφωτισμὸς πολὺ πλείονας ὁρᾶσθαι καὶ λαμπροτέρους ἐποίει.

τέλος δὲ πανταχόθεν αὐτοῖς, ὡς ἐνέδοσαν, προσκειμένων τῶν πολεμίων φεύγοντες οἱ μὲν ὑπʼ ἐκείνων, οἱ δʼ ὑπʼ ἀλλήλων ἀπέθνησκον, οἱ δὲ κατὰ τῶν κρημνῶν ὀλισθαίνοντες· τοὺς δʼ ἀποσκεδασθέντας καὶ πλανωμένους ἡμέρας ἐπιγενομένης οἱ ἱππεῖς καταλαμβάνοντες διέφθειρον. ἐγένοντο δὲ νεκροὶ δισχίλιοι, καὶ τῶν περιγενομένων ὀλίγοι μετὰ τῶν ὅπλων ἀπεσώθησαν.