Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἦσαν μὲν οὖν οἱ τὸν Λούκουλλον ἀμελήσαντα Κόττα πρόσω χωρεῖν παρορμῶντες ὡς ἔρημον αἱρήσοντα τὴν Μιθριδάτου βασιλείαν, καὶ μάλιστα τῶν στρατιωτῶν οὗτος ἦν ὁ λόγος, ἀγανακτούντων, εἰ μὴ μόνον αὑτὸν ἀπολεῖ καὶ τοὺς σὺν αὐτῷ βουλευσάμενος κακῶς ὁ Κόττας, ἀλλὰ καὶ σφίσιν ἐμποδὼν ἔσται νικᾶν ἀμαχεῖ δυναμένοις.

Λούκουλλος δὲ πρὸς μὲν τούτους δημηγορῶν εἶπεν, ὡς ἕνα βούλοιτʼ ἂν ἐκ πολεμίων σῶσαι Ῥωμαῖον ἢ πάντα λαβεῖν τὰ τῶν πολεμίων Ἀρχελάου δὲ τοῦ περὶ Βοιωτίαν Μιθριδάτῃ στρατηγήσαντος, εἶτʼ ἀποστάντος καὶ Ῥωμαίοις συστρατεύοντος, διαβεβαιουμένου ὀφθέντα Λούκουλλον ἐν Πόντῳ πάντων ὁμοῦ κρατήσειν, οὐκ ἔφη δειλότερος εἶναι τῶν κυνηγῶν, ὥστε τὰ θηρία παρελθὼν ἐπὶ κενοὺς αὐτῶν τοὺς φωλεοὺς βαδίζειν.

καὶ ταῦτʼ εἰπὼν ἐπὶ Μιθριδάτην προῆγε πεζοὺς μὲν ἔχων τρισμυρίους, ἱππεῖς δὲ δισχιλίους πεντακοσίους, καταστὰς δʼ εἰς ἔποψιν τῶν πολεμίων καὶ θαυμάσας τὸ πλῆθος ἐβούλετο μὲν ἀπέχεσθαι μάχης καὶ τρίβειν τὸν χρόνον, Μαρίου δʼ, ὃν Σερτώριος ἐξ Ἰβηρίας ἀπεστάλκει Μιθριδάτῃ μετὰ δυνάμεως στρατηγόν, ἀπαντήσαντος αὐτῷ καὶ προκαλουμένου κατέστη μὲν εἰς τάξιν ὡς διαμαχούμενος, ἤδη δὲ ὅσον οὔπω συμφερομένων,