Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

οὓς ὕστερον μὲν ὥσπερ Ἁρπυίας τὴν τροφὴν ἁρπάζοντας αὐτῶν ὁ Λούκουλλος ἐξήλασε, τότε δὲ μετριωτέρους ἐπειρᾶτο νουθετῶν ποιεῖν, καὶ τὰς ἀποστάσεις κατέπαυε τῶν δήμων, οὐδενὸς, ὡς ἔπος εἰπεῖν, ἡσυχάζοντος.

ὃν δὲ περὶ ταῦτα Λούκουλλος ἠσχολεῖτο χρόνον αὑτοῦ καιρὸν εἶναι νομίζων ὁ Κόττας παρεσκευάζετο μάχεσθαι πρὸς Μιθριδάτην. καὶ πολλῶν ἀπαγγελλόντων ἤδη Λούκουλλον ἐν Φρυγίᾳ στρατοπεδεύειν ἐπιόντα, μόνον οὐκ ἐν ταῖς χερσὶν ἔχειν τὸν θρίαμβον οἰόμενος, ὡς μὴ μεταλάβῃ Λούκουλλος αὐτοῦ, συμβαλεῖν ἔσπευσε.

πληγεὶς δʼ ἅμα καὶ κατὰ

p.494
γῆν καὶ κατὰ θάλατταν ἑξήκοντα μὲν ἀπώλεσεν αὔτανδρα σκάφη, πεζοὺς δὲ τετρακισχιλίους, αὐτὸς δὲ κατακλεισθεὶς εἰς Χαλκηδόνα καὶ πολιορκούμενος εἰς τὰς Λουκούλλου χεῖρας ἀπέβλεπεν.