Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ὀλίγῳ δʼ ὕστερον ἢ Σύλλαν ἀποθανεῖν ὑπάτευσε μετὰ Μάρκου Κόττα περὶ τὴν ἕκτην καὶ ἑβδομηκοστὴν πρὸς ταῖς ἑκατὸν ὀλυμπιάδα. πολλῶν οὖν αὖθις ἀνακινούντων τὸν Μιθριδατικὸν πόλεμον, ἔφη Μᾶρκος αὐτὸν οὐ πεπαῦσθαι, ἀλλʼ ἀναπεπαῦσθαι. διὸ καὶ λαχὼν τῶν ἐπαρχιῶν ὁ Λούκουλλος τὴν ἐντὸς Ἄλπεων Γαλατίαν ἤχθετο, πράξεων ὑποθέσεις μεγάλων οὐκ ἔχουσαν.

p.486

μάλιστα δʼ αὐτὸν εὐδοκιμῶν Πομπήιος ἐν Ἰβηρίᾳ παρώξυνεν, ὡς ἄλλος οὐδεὶς ἐπίδοξος ὤν, εἰ συμβαίη παύσασθαι τὸν Ἰβηρικὸν πόλεμον, εὐθὺς αἱρεθήσεσθαι στρατηγὸς ἐπὶ Μιθριδάτην. διὸ καὶ χρήματα αἰτοῦντος αὐτοῦ καὶ γράφοντος, ὡς, εἰ μὴ πέμποιεν, ἀφεὶς Ἰβηρίαν καὶ Σερτώριον εἰς Ἰταλίαν ἀπάξοι τὰς δυνάμεις, συνέπραξεν ὁ Λούκουλλος προθυμότατα πεμφθῆναι τὰ χρήματα καὶ μηδʼ ἀφʼ ἡστινοσοῦν προφάσεως ἐκεῖνον ἐπανελθεῖν ὑπατεύοντος αὐτοῦ·

πάντα γὰρ ἂν ἐπʼ ἐκείνῳ γενήσεσθαι τὰ τῆς πόλεως παρόντι μετὰ τοσαύτης στρατιᾶς, καὶ γὰρ ὁ κρατῶν τότε τῆς πολιτείας τῷ πρὸς χάριν ἅπαντα καὶ λέγειν καὶ πράττειν Κέθηγος ἔχθραν τινὰ πρὸς Λούκουλλον εἶχε, βδελυττόμενον αὐτοῦ τὸν βίον

paris.1624.495
αἰσχρῶν ἐρώτων καὶ ὕβρεως καὶ πλημμελείας μεστὸν ὄντα. τοῦτον μὲν οὖν ἄντικρυς ἐπολέμει·

Λεύκιον δὲ Κόϊντον, ἄλλον δημαγωγόν, ἐπαναστάντα τοῖς Σύλλα πολιτεύμασι καὶ ταράττειν τὰ πράγματα πειρώμενον ἐκ τοῦ καθεστῶτος, ἰδίᾳ τε πολλὰ παραμυθούμενος καὶ δημοσίᾳ νουθετῶν ἀπέστησε τῆς πείρας καὶ κατεστόρεσε τὴν φιλοτιμίαν, ὡς ἐνῆν μάλιστα πολιτικῶς καὶ σωτηρίως ἀρχὴν νοσήματος μεγάλου μεταχειρισάμενος.