Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἐκεῖθεν δὲ Σύλλᾳ περὶ Χερρόνησον ἤδη μέλλοντι διαβαίνειν συμβαλὼν τόν τε πόρον ἀσφαλῆ παρεῖχε καὶ τήν στρατιὰν συνδιεβίβαζεν, ἐπεὶ δὲ συνθηκῶν γενομένων Μιθριδάτης μὲν ἀπέπλευσεν εἰς τὸν Εὔξεινον πόντον, Σύλλας δὲ τήν Ἀσίαν δισμυρίοις ταλάντοις ἐζημίωσε, προσταχθὲν οὕτω τά τε χρήματα ταῦτα πρᾶξαι καὶ νόμισμα κόψαι, παραμύθιόν τι δοκεῖ τῆς Σύλλα χαλεπότητος γενέσθαι ταῖς πόλεσιν, οὐ μόνον καθαρὸν καὶ δίκαιον, ἀλλὰ καὶ πρᾷον εἰς οὕτω βαρὺ καὶ σκυθρωπὸν ὑπηρέτημα παρασχὼν ἑαυτόν.

Μιτυληναίους δʼ ἄντικρυς ἀφεστῶτας ἐβούλετο μὲν εὐγνωμονῆσαι καὶ δίκης τυχεῖν μετρίας ἐφʼ οἷς περὶ Μάριον[*](Μάριον with Sintenis1 and Coraës: Μάνιον.) ἐξήμαρτον, ὡς δʼ ἑώρα

p.484
κακοδαιμονοῦντας, ἐπιπλεύσας ἐκράτησε μάχῃ καὶ κατέκλεισεν εἰς τὰ τείχη, καὶ πολιορκίαν συστησάμενος ἐξέπλευσε μὲν ἡμέρας καὶ φανερῶς εἰς Ἐλαίαν, ὑπέστρεψε δὲ λεληθότως καὶ περὶ τήν πόλιν ὑφεὶς ἐνέδραν ἡσύχαζεν.

ἐπεὶ δʼ ἀτάκτως καὶ μετὰ θράσους ὡς ἔρημον ἁρπασόμενοι τὸ στρατόπεδον οἱ Μιτυληναῖοι προῆλθον, ἐπεισπεσὼν αὐτοῖς ἔλαβέ τε παμπόλλους ζῶντας καὶ τῶν ἀμυνομένων πεντακοσίους ἀπέκτεινεν, ἀνδραπόδων δὲ χιλιάδας ἓξ καὶ τὴν ἄλλην ἀναρίθμητον ἠλάσατο λείαν.

τῶν δὲ περὶ τήν Ἰταλίαν κακῶν, ἃ τότε Σύλλας καὶ Μάριος ἄφθονα καὶ παντοδαπὰ τοῖς ἀνθρώποις παρεῖχον, οὐ πάνυ μετέσχε θείᾳ τινὶ τύχῃ περὶ τὰς ἐν Ἀσίᾳ πράξεις βραδύνας. οὐ μὴν ἔλαττόν τι παρὰ Σύλλα τῶν ἄλλων φίλων ἔσχεν, ἀλλὰ τήν τε γραφὴν, ὡς εἴρηται, τῶν ὑπομνημάτων ἐκείνῳ διʼ εὔνοιαν ἀνέθηκε, καὶ τελευτῶν ἐπίτροπον τοῦ παιδὸς ἔγραψεν ὑπερβὰς Πομπήιον. καὶ δοκεῖ τοῦτο πρῶτον αὐτοῖς ὑπάρξαι διαφορᾶς αἴτιον καὶ ζηλοτυπίας νέοις οὖσι καὶ διαπύροις πρὸς δόξαν.