Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἔτι δὲ μᾶλλον ἐφάνη τὸ γινόμενον τοῖς ἐκεῖ παροῦσι νεμεσητόν. οὔτε γὰρ τιμῆς ὁ Λούκουλλος οὔτε τιμωρίας τῶν ἐν πολέμῳ κύριος ὑπῆρχεν, οὐδʼ εἴα τινὰ Πομπήιος βαδίζειν πρὸς αὐτὸν οὐδὲ προσέχειν οἷς ἐκεῖνος ἔγραφε καὶ διένεμε μετὰ τῶν δέκα πρέσβεων, ἀλλʼ ἐκώλυεν ἐκτιθεὶς διαγράμματα καὶ φοβερὸς παρὼν ἀπὸ μείζονος δυνάμεως.

ὅμως δὲ ἔδοξε τοῖς φίλοις συναγαγεῖν αὐτούς καὶ συνῆλθον ἐν κώμῃ τινὶ τῆς Γαλατίας καὶ προσεῖπον ἀλλήλους φιλοφρόνως καὶ συνήσθησαν ἐπὶ τοῖς κατωρθωμένοις ἑκατέρῳ, πρεσβύτερος μὲν ὢν ὁ Λούκουλλος, ἀξίωμα δʼ ἦν τὸ Πομπηΐου μεῖζον ἀπὸ πλειόνων στρατηγιῶν καὶ δυεῖν θριάμβων. ῥάβδοι δʼ

p.590
ἀμφοτέρων προηγοῦντο δαφνηφόροι διὰ τὰς νίκας.

καὶ τοῦ γε Πομπηίου μακρὰν ὁδὸν διὰ τόπων ἀνύδρων καὶ αὐχμηρῶν ὁδεύσαντος τὰς δάφνας ξηρὰς περικειμένας ταῖς ῥάβδοις ἰδόντες οἱ τοῦ Λουκούλλον ῥαβδοφόροι φιλοφρονούμενοι τοῖς ἐκείνου μετέδωκαν ἐκ τῶν ἰδίων, προσφάτους καὶ θαλερὰς ἔχοντες, καὶ τὸ γινόμενον εἰς οἰωνὸν ἐτίθεντο χρηστὸν οἱ Πομπηίου φίλοι· τῷ γὰρ ὄντι τὴν ἐκείνου στρατηγίαν αἱ τούτου πράξεις ἐκόσμησαν.

ἐκ δὲ τῶν λόγων πρὸς οὐδὲν ἐπιεικὲς συνέβησαν, ἀλλʼ ἔτι μᾶλλον ἀλλοτριωθέντες πρὸς ἀλλήλους ἀπῆλθον καὶ τὰς ὑπὸ τοῦ Λουκούλλου γενομένας διατάξεις ἠκύρωσεν ὁ Πομπήιος, στρατιώτας δὲ τοὺς ἄλλους ἀπαγαγών μόνους αὐτῷ χιλίους ἑξακοσίους ἀπέλιπε συνθριαμβεύσοντας, οὐδὲ τούτους μάλα προθύμως ἑπομένους.

οὕτω τις ἦν ἀφυὴς ἢ δυστυχὴς ὁ Λούκουλλος πρὸς τὸ πάντων ἐν ἡγεμονία πρῶτον καὶ μέγιστον ὡς, εἰ τοῦτο μετὰ τῶν ἄλλων ὑπῆρξεν αὐτῷ, τηλικούτων ὄντων καὶ τοσούτων, μετʼ ἀνδρείας, ἐπιμελείας, συνέσεως, δικαιοσύνης, οὐκ ἂν εἶχεν ἡ Ῥωμαίων ἡγεμονία τὸν Εὐφράτην τῆς Ἀσίας ὅρον,

ἀλλὰ τὰ ἔσχατα καὶ τὴν Ὑρκανίαν

paris.1624.517
θάλατταν, τῶν μὲν ἄλλων ἐθνῶν Τιγράνῃ προηττημένων, τῆς δὲ Πάρθων δυνάμεως οὐχ ὅση κατὰ Κράσσον ἐξεφάνη τοσαύτης καὶ κατὰ Λούκουλλον οὔσης οὐδʼ ὁμοίως συνεστώσης, ἀλλʼ ὑπ ἐμφυλίων καὶ προσοίκων πολέμων οὐδʼ Ἀρμενίους ὑβρίζοντας ἐρρωμένης ἀμύνεσθαι. νῦν δέ μοι δοκεῖ Λούκουλλος ὧν ὠφέλησε διʼ αὑτοῦ τὴν πατρίδα βλάψαι μείζονα διʼ ἑτέρων·
p.592

τὰ γὰρ ἐν Ἀρμενίᾳ τρόπαια Πάρθων πλησίον ἑστῶτα καὶ Τιγρανόκερτα καὶ Νίσιβις καὶ πλοῦτος ἐκ τούτων πολὺς εἰς Ῥώμην κομισθεὶς καὶ τὸ Τιγράνου διάδημα πομπευθὲν αἰχμάλωτον ἐπῆρε Κράσσον ἐπὶ τὴν Ἀσίαν, ὡς λάφυρα καὶ λείαν τοὺς βαρβάρους, ἄλλο δʼ οὐδὲν ὄντας. ταχὺ μέντοι τοῖς Πάρθων τοξεύμασιν ἐντυχών ἀπέδειξε τὸν Λούκουλλον οὐκ ἀφροσύνῃ καὶ μαλακίᾳ τῶν πολεμίων, αὑτοῦ δὲ τόλμῃ καὶ δεινότητι περιγενόμενον. ἀλλὰ ταῦτα μὲν ὕστερον.