Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἐπεὶ δὲ Μιθριδάτης ἤγγελτο Φάβιον νενικηκὼς ἐπὶ Σωρνάτιον καὶ Τριάριον βαδίζειν, αἰσχυνθέντες εἵποντο τῷ Λουκούλλῳ. Τριάριος δʼ ὡς ἕτοιμον ἁρπάσαι τὸ νίκημα, πρὶν ἐπελθεῖν Λούκουλλον ἐγγὺς ὄντα, φιλοτιμούμενος ἡττᾶται μάχῃ μεγάλῃ, λέγονται γὰρ ὑπὲρ ἑπτακισχιλίους Ῥωμαίων ἀποθανεῖν, ἐν οἷς ἑκατόνταρχοι μὲν ἑκατὸν πεντήκοντα, χιλίαρχοι δʼ εἴκοσι καὶ τέσσαρες· τὸ δὲ στρατόπεδον εἷλε Μιθριδάτης.

ἐπελθὼν δὲ Λούκουλλος ὀλίγαις ὕστερον ἡμέραις Τριάριον μὲν ὑπὸ τῶν στρατιωτῶν ζητούμενον πρὸς ὀργὴν ἐξέκλεψε, Μιθριδάτου δὲ μὴ θέλοντος μάχεσθαι, ἀλλὰ Τιγράνην περιμένοντος ἤδη καταβαίνοντα μετὰ πολλῆς δυνάμεως, ἔγνω πρὶν ἀμφοτέρους συνελθεῖν πάλιν ἀπαντῆσαι καὶ διαγωνίσασθαι πρὸς τὸν Τιγράνην.

πορευομένῳ δʼ αὐτῷ καθʼ ὁδὸν οἱ Φιμβριανοὶ στασιάσαντες ἀπέλιπον τὰς τάξεις, ὡς ἀφειμένοι δόγματι τῆς

p.586
στρατείας καὶ μηκέτι τῷ Λουκούλλῳ προσῆκον ἄρχειν, ἑτέροις ἀποδεδειγμένων τῶν ἐπαρχιῶν. οὐδὲν οὖν ἐστιν ὅ τι τῶν παρʼ ἀξίαν ὁ Λούκουλλος οὐχ ὑπέμεινεν, ἀντιβολῶν καθʼ ἕνα καὶ κατὰ σκηνὰς περιιὼν ταπεινὸς καὶ δεδακρυμένος, ἔστι δʼ ὧν καὶ χειρὸς[*](καὶ χειρός S: χειρός.) ἁπτόμενος.

οἱ δʼ ἀπετρίβοντο τὰς δεξιώσεις καὶ κενὰ προσερρίπτουν βαλάντια, καὶ μόνον μάχεσθαι τοῖς πολεμίοις ἐκέλευον, ἀφʼ ὧν μόνος ἠπίστατο πλουτεῖν. οὐ μὴν ἀλλὰ τῶν ἄλλων στρατιωτῶν δεομένων ἐκβιασθέντες οἱ Φιμβριανοὶ συνέθεντο παραμεῖναι τὸ θέρος·

paris.1624.516
ἐὰν δὲ μηδεὶς ἐν τῷ χρόνῳ τούτῳ κατίῃ πρὸς αὐτοὺς ἀγωνιούμενος, ἀπηλλάχθαι. ταῦτʼ ἔδει στέργειν ἐξ ἀνάγκης τὸν Λούκουλλον, ἢ προέσθαι τοῖς βαρβάροις τὴν χώραν ἀπολειφθέντα.

συνεῖχεν οὖν αὐτοὺς οὐκέτι προσβιαζόμενος οὐδὲ προάγων πρὸς μάχην, ἀλλʼ εἰ παραμένοιεν ἀγαπῶν, καὶ περιορῶν πορθουμένην ὑπὸ τοῦ Τιγράνου τὴν Καππαδοκίαν καὶ πάλιν ὑβρίζοντα Μιθριδάτην, ὃν αὐτὸς ἐπεστάλκει τῇ συγκλήτῳ γράφων καταπεπολεμῆσθαι· καὶ οἱ πρέσβεις παρῆσαν αὐτῷ πρὸς τὴν διάθεσιν τῶν ἐν Πόντῳ πραγμάτων, ὡς δὴ βεβαίως ἐχομένων.

καὶ δὴ παρόντες ἑώρων οὐδʼ αὑτοῦ κύριον, ἀλλὰ παροινούμενον καὶ προπηλακιζόμενον ὑπὸ τῶν στρατιωτῶν, οἷς γε τοσοῦτο περιῆν τῆς εἰς τὸν στρατηγὸν ἀσελγείας, ὥστε τοῦ θέρους λήγοντος ἐνδύντες

p.588
τὰ ὅπλα καὶ σπασάμενοι τὰς μαχαίρας προεκαλοῦντο τοὺς μηδαμοῦ παρόντας, ἀλλʼ ἀπηρκότας ἤδη πολεμίους, ἀλαλάξαντες δὲ καὶ σκιαμαχήσαντες ἀπεχώρησαν ἐκ τοῦ χάρακος, ἐπιμαρτυράμενοι πεπληρῶσθαι τὸν χρόνον, ὃν ὡμολόγησαν τῷ Λουκούλλῳ παραμενεῖν.

τοὺς δʼ ἄλλους ἐκάλει διὰ γραμμάτων Πομπήιος· ἤδη γὰρ ἀποδέδεικτο τοῦ πρὸς Μιθριδάτην καὶ Τιγράνην πολέμου στρατηγὸς χάριτι τοῦ δήμου καὶ κολακείᾳ τῶν δημαγωγῶν, ἐπεὶ τῇ γε βουλῇ καὶ τοῖς ἀρίστοις ἄδικα πάσχειν ἐδόκει Λούκουλλος οὐ πολέμου διαδόχους, ἀλλὰ θριάμβου λαμβάνων, οὐδὲ τῆς στρατηγίας ἀναγκαζόμενος, ἀλλὰ τῶν ἐπάθλων τῆς στρατηγίας ἐξίστασθαι καὶ παραχωρεῖν ἑτέροις.