Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

κἂν εἰσῆλθεν ἀδεῶς, εἰ μὴ ὁ πολλοὺς ἀνῃρηκὼς στρατηγοὺς ὕπνος Λούκουλλον ἔσωσεν. ἐτύγχανε γὰρ καθεύδων καί Μενέδημος, εἷς τῶν κατευναστῶν, παρὰ ταῖς θύραις ἑστὼς οὐκ ἔφη κατὰ καιρὸν ἥκειν τὸν Ὀλθακόν, ἄρτι Λουκούλλου πρός ἀνάπαυσιν ἐκ μακρᾶς ἀγρυπνίας καί πόνων

p.520
τοσούτων δεδωκότος ἑαυτόν.

ἐπεὶ δʼ οὐκ ἀπῄει κελεύοντος, ἀλλʼ ἔφη καί κωλύοντος εἰσελεύσεσθαι περὶ πράγματος ἀναγκαίου καί μεγάλου διαλεχθῆναι βουλόμενος, ἤδη πρὸς ὀργὴν ὁ Μενέδημος εἰπὼν μηδὲν ἀναγκαιότερον τοῦ σῴζεσθαι Λούκουλλον ἀπεώσατο τὸν ἄνθρωπον

paris.1624.502
ἀμφοτέραις ταῖς χερσίν.

ὁ δὲ δείσας ὑπεξῆλθε τοῦ χάρακος, καί λαβὼν τὸν ἵππον ἀπήλασεν εἷς τὸ Μιθριδάτου στρατόπεδον ἄπρακτος, οὕτως ἄρα καί τοῖς πράγμασιν ὁ καιρὸς ὥσπερ τοῖς φαρμάκοις καί τήν σῴζουσαν καί τήν ἀναιροῦσαν ῥοπὴν προστίθησιν.

ἐκ τούτου Σωρνάτιος μὲν ἐπὶ σίτου κομιδὴν ἐπέμφθη μετὰ δέκα σπειρῶν καὶ καταδιωχθεὶς ὑπὸ Μενάνδρου, τῶν Μιθριδάτου στρατηγῶν ἑνός, ἀντέστη καὶ συμβαλὼν φόνον ἐποίησε πολὺν καὶ τροπὴν τῶν πολεμίων, αὖθις δὲ πεμφθέντος Ἀδριανοῦ μετὰ δυνάμεως, ὅπως ἐκ περιουσίας ἔχωσιν οἱ στρατιῶται σῖτον, οὐ περιεῖδε Μιθριδάτης, ἀλλʼ ἀπέστειλε Μενέμαχον καὶ Μύρωνα πολλῶν μὲν ἱππέων, πολλῶν δὲ πεζῶν ἡγουμένους.

οὗτοι πάντες, ὡς λέγεται, πλὴν δυεῖν κατεκόπησαν ὑπὸ τῶν Ῥωμαίων. καὶ Μιθριδάτης μὲν ἔκρυπτε τὴν συμφοράν ὡς οὐ τοσαύτην οὖσαν, ἀλλὰ μικράν, προσκεκρουκότων ἀπειρίᾳ τῶν στρατηγῶν, Ἀδριανὸς δὲ λαμπρὸς παρημείβετο τὸ στρατόπεδον πολλὰς κατάγων ἁμάξας σίτου καὶ λαφύρων γεμούσας, ὥστε δυσθυμίαν μὲν αὐτῷ, ταραχὴν δὲ καὶ φόβον ἀμήχανον ἐμπεσεῖν τοῖς στρατιώταις.