Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ὁ δὲ βουλόμενος αὐτοὺς μαθεῖν, ἡλίκον ἐστὶν ἐν ἀγῶνι πολέμου καὶ κινδύνῳ παρουσία καὶ ὄψις ἡγεμόνος ἔμφρονος, ἐκείνους μὲν ἡσυχίαν ἄγειν ἐκέλευσεν, αὐτὸς δὲ κατέβαινεν εἰς τὸ πεδίον καὶ τοῖς πρώτοις ἀπαντήσας τῶν φευγόντων ἵστασθαι προσέταξε καὶ ἀναστρέφειν μετʼ αὐτοῦ.

πεισθέντων δὲ τούτων καὶ οἱ λοιποὶ μεταβαλόμενοι καὶ συστάντες ὀλίγῳ πόνῳ τρέπονται τοὺς πολεμίους καὶ καταδιώκουσιν εἰς τὸ στρατόπεδον. ἐπανελθὼν δὲ Λούκουλλος ἀτιμίαν τινὰ τοῖς φεύγουσι νενομισμένην προσέβαλε, κελεύσας ἐν χιτῶσιν

p.518
ἀζώστοις ὀρύξαι δώδεκα ποδῶν τάφρον, ἐφεστώτων καὶ θεωμένων τῶν ἄλλων στρατιωτῶν.

τὴν δέ τις ἐν τῷ Μιθριδάτου στρατοπέδῳ Δανδαρίων δυνάστης Ὀλθακὸς γένος δʼ εἰσὶν οἱ Δανδάριοι βαρβάρων τῶν περὶ τήν Μαιῶτιν οἰκούντων, ἀνὴρ ὅσα χειρὸς ἔργα καί τόλμης ἐν πολέμῳ διαπρεπὴς ἅπαντα, καί γνώμην ἱκανὸς ἐν τοῖς μεγίστοις, ἔτι δʼ ἐμμελὴς ὁμιλῆσαι καί θεραπευτικός, οὗτος ἔχων ἀεὶ πρός τινα τῶν ὁμοφύλων δυναστῶν ἅμιλλαν ὑπὲρ πρωτείων καὶ ζηλοτυπίαν ὑπέσχετο τῷ Μιθριδάτῃ μέγα ἔργον, ἀποκτενεῖν Λούκουλλον.

ἐπαινέσαντος δὲ τοῦ βασιλέως καί τινας αὐτῷ προσβαλόντος ἐπίτηδες ἀτιμίας εἷς προσποίησιν ὀργῆς ἀφιππάσατο πρός Λούκουλλον· ὁ δʼ ἄσμενος ἐδέξατο· λόγος γὰρ ἦν αὐτοῦ πολὺς ἐν τῷ στρατοπέδῳ· καί ταχὺ πειρώμενος ἠσπάζετο τήν τε ἀγχίνοιαν αὐτοῦ καί τὸ λιπαρές, ὥστε τραπέζης καί συνεδρίου ποτὲ ποιεῖσθαι κοινωνόν.

ἐπεὶ δʼ ἐδόκει καιρὸν ἔχειν ὁ Δανδάριος, τὸν μὲν ἵππον ἔξω τοῦ χάρακος ἐκέλευσε προαγαγεῖν τοὺς παῖδας, αὐτὸς δὲ μεσημβρίας οὔσης καί τῶν στρατιωτῶν ἐνδιαζόντων καί ἀναπαυομένων ἐβάδιζεν ἐπὶ τήν στρατηγικὴν σκηνήν, ὡς οὐδενὸς κωλύσοντος εἰσελθεῖν ἄνδρα συνήθη καί λόγους τινὰς ἀξίους σπουδῆς τῷ στρατηγῷ κομίζειν φάσκοντα.