Comparison of Lysander and Sulla

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

πολέμων δὲ ἀγῶσι καὶ στρατηγικαῖς πράξεσι καὶ πλήθει τροπαίων καὶ μεγέθει κινδύνων ἀσύγκριτος ὁ Σύλλας. ὁ μέντοι γε δύο νίκας ἐξηνέγκατο ναυμαχίαις δυσί· προσθήσω δὲ αὐτῷ τὴν Ἀθηνῶν πολιορκίαν, ἔργῳ μὲν οὐ μεγάλην, τῇ δὲ δόξῃ λαμπροτάτην γενομένην.

τὰ δʼ ἐν Βοιωτίᾳ καὶ Ἁλιάρτῳ δυστυχίᾳ μὲν ἴσως ἐπράχθη τινί, κακοβουλίᾳ δὲ προσέοικεν οὐκ ἀναμείναντος ὅσον οὔπω παροῦσαν ἐκ Πλαταιῶν τὴν μεγάλην τοῦ βασιλέως δύναμιν, ἀλλὰ θυμῷ καὶ φιλοτιμίᾳ παρὰ καιρὸν ὠσαμένου πρὸς τὸ τεῖχος, ὥστε τοὺς τυχόντας ἀνθρώπους ἐκπηδήσαντας ἐν οὐδενὶ λόγῳ καταβαλεῖν αὐτόν, οὐ γὰρ ὡς Κλεόμβροτος ἐν Λεύκτροις ἀντερείδων ἐπικειμένοις τοῖς πολεμίοις, οὐδὲ ὡς Κῦρος οὐδὲ ὡς Ἐπαμεινώνδας κατέχων ἐγκεκλικότας καὶ τὸ νίκημα βεβαιούμενος πληγῇ καιρίᾳ περιέπεσεν·

ἀλλʼ οὗτοι μὲν βασιλέων καὶ στρατηγῶν θάνατον ἀπέθνησκον, Λύσανδρος δὲ πελταστοῦ καὶ προδρόμου δίκην ἀκλεῶς παραναλώσας ἑαυτόν, ἐμαρτύρησε τοῖς παλαιοῖς Σπαρτιάταις ὅτι καλῶς ἐφυλάττοντο τὰς τειχομαχίας, ἐν αἷς οὐχ ὑπʼ ἀνδρὸς μόνον τοῦ τυχόντος, ἀλλὰ καὶ ὑπὸ παιδὸς καὶ γυναικὸς ἀποθανεῖν ἂν συντύχοι πληγέντα τὸν κράτιστον, ὥσπερ τὸν Ἀχιλλέα φασὶν ὑπὸ τοῦ Πάριδος ἐν ταῖς πύλαις ἀναιρεθῆναι.

Σύλλας μὲν οὖν ὅσας ἐκ παρατάξεως ἐνίκησε νίκας καὶ κατέβαλε μυριάδας πολεμίων οὐδὲ ἀριθμῆσαι ῥᾴδιόν ἐστιν αὐτὴν δὲ τὴν Ῥώμην δὶς εἷλε, καὶ τὸν Πειραιᾶ τῶν Ἀθηνῶν οὐ λιμῷ

p.454
καθάπερ Λύσανδρος, ἀλλὰ πολλοῖς ἀγῶσι καὶ μεγάλοις, ἐκβαλὼν Ἀρχέλαον ἐκ τῆς γῆς ἐπὶ τὴν θάλατταν, κατέσχεν. ἔστι δὲ μέγα καὶ τὸ τῶν ἀντιστρατήγων, τρυφὴν γὰρ οἶμαι καὶ παιδιὰν πρὸς Ἀντίοχον διαναυμαχεῖν τὸν Ἀλκιβιάδου κυβερνήτην, καὶ Φιλοκλέα τὸν Ἀθηναίων ἐξαπατᾶν δημαγωγόν,
ἄδοξον, ἄκραν γλῶσσαν ἠκονημένον
οὓς οὐκ ἂν ἱπποκόμῳ Μιθριδάτης οὐδὲ ῥαβδούχῳ Μάριος ἠξίωσε παραβαλεῖν τῶν ἑαυτοῦ.

τῶν δὲ πρὸς Σύλλαν ἀνταραμένων δυναστῶν, ὑπάτων, στρατηγῶν, δημαγωγῶν, ἵνα τοὺς ἄλλους ἐάσω, τίς ἦν Ῥωμαίων Μαρίου φοβερώτερος ἢ Μιθριδάτου βασιλέων δυνατώτερος ἢ Λαμπωνίου καὶ Τελεσίνου τῶν Ἰταλικῶν μαχιμώτερος; ὧν ἐκεῖνος τὸν μὲν ἐξέβαλε, τὸν δὲ ὑπέταξε, τοὺς δὲ ἀπέκτεινε.