Comparison of Lysander and Sulla

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

ἔτι δὲ μᾶλλον ἡ περὶ τὰς ἡδονὰς καὶ τὰ χρήματα σπουδὴ δείκνυσι τὸν μὲν ἡγεμονικήν, τοῦ δὲ τυραννικὴν τὴν προαίρεσιν οὖσαν. ὁ μὲν γὰρ οὐδὲν ἀκόλαστον οὐδὲ μειρακιῶδες ἐν ἐξουσίᾳ καὶ δυνάμει τηλικαύτῃ φαίνεται διαπεπραγμένος, ἀλλʼ, εἰ δή τις ἄλλος, ἐκπεφευγὼς τουτὶ τὸ περίακτον οἴκοι λέοντες, ἐν ὑπαίθρῳ δὲ ἀλώπεκες. οὕτω σώφρονα καὶ Λακωνικὴν καὶ κεκολασμένην ἐπεδείκνυτο πανταχοῦ τὴν δίαιταν.

ὁ δὲ οὔτε νέος ὢν περὶ τὰς ἐπιθυμίας ἐμετρίαζε διὰ τὴν πενίαν οὔτε γηράσας διὰ τὴν ἡλικίαν,

p.450
ἀλλὰ τοὺς περὶ γάμων καὶ σωφροσύνης εἰσηγεῖτο νόμους τοῖς πολίταις αὐτὸς ἐρῶν καὶ μοιχεύων, ὥς φησι Σαλούστιος. ὅθεν οὕτω τὴν πόλιν πτωχὴν καὶ κενὴν ἐποίησε χρημάτων ὥστε ταῖς συμμαχίσι καὶ φίλαις πόλεσιν ἀργυρίου πωλεῖν τὴν ἐλευθερίαν καὶ τὴν αὐτονομίαν, καίτοι τοὺς πολυαργυρωτάτους οἴκους καὶ μεγίστους ὁσημέραι δημεύοντος αὑτοῦ καὶ ἀποκηρύττοντος.

ἀλλὰ μέτρον οὐδὲν ἦν τῶν ῥιπτουμένων καὶ καταχορηγουμένων εἰς τοὺς κόλακας, τίνα γὰρ εἰκὸς εἶναι λογισμὸν ἢ φειδὼ πρὸς τὰς παρʼ οἶνον συνουσίας

paris.1624.477
αὑτοῦ καὶ χάριτας, ὃς ἐν φανερῷ ποτε τοῦ δήμου περιεστῶτος οὐσίαν μεγάλην διαπιπράσκων τιμῆς τῆς τυχούσης εἰς ἕνα τῶν φίλων ἐκέλευε κατακηρύσσειν, ἑτέρου δὲ τὴν τιμὴν ὑπερβαλομένου καὶ τοῦ κήρυκος τὸ προστεθὲν ἀγορεύσαντος διηγανάκτησε, δεινά γε, ὦ φίλοι πολῖται, καὶ τυραννικὰ πάσχω, φάμενος, εἰ τὰ ἐμά μοι λάφυρα διαθέσθαι μὴ ἔξεστιν ὡς βούλομαι.

Λύσανδρος δὲ καὶ τὰς αὐτῷ δοθείσας δωρεὰς μετὰ τῶν ἄλλων ἀπέπεμψε τοῖς πολίταις. καὶ οὐκ ἐπαινῶ τὸ ἔργον· ἴσως γὰρ ἔβλαψε τῇ κτήσει τῶν χρημάτων τὴν Σπάρτην οὗτος ὅσον οὐκ ἔβλαψε τῇ ἀφαιρέσει τὴν Ῥώμην ἐκεῖνος· ἀλλὰ τεκμήριον τοῦτο ποιοῦμαι τῆς ἀφιλοπλουτίας τοῦ ἀνδρός.

ἴδιον δέ τι πρὸς τὴν ἑαυτοῦ πόλιν ἑκάτερος ἔπαθε. Σύλλας μὲν γὰρ ἀκόλαστος ὢν καὶ πολυτελὴς ἐσωφρόνιζε τοὺς πολίτας, Λύσανδρος δʼ ὧν αὐτὸς ἀπείχετο παθῶν ἐνέπλησε τὴν πόλιν, ὥστε ἁμαρτάνειν τὸν μὲν αὐτὸν ὄντα χείρονα τῶν ἰδίων νόμων, τὸν δὲ αὑτοῦ χείρονας ἀπεργαζόμενον τοὺς πολίτας· δεῖσθαι γὰρ ἐδίδαξε

p.452
τὴν Σπάρτην ὧν αὐτὸς ἔμαθε μὴ προσδεῖσθαι. καὶ τὰ μὲν πολιτικὰ ταῦτα.