Comparison of Lysander and Sulla

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

ἐπεχείρησε μὲν οὖν ὁ Λύσανδρος, ὡς εἴρηται, μεταστῆσαι τὰ περὶ τὴν πολιτείαν πρᾳότερον καὶ νομιμώτερον ἢ Σύλλας· πειθοῖ γὰρ, οὐ διʼ ὅπλων οὐδὲ πάντα συλλήβδην ἀναιρῶν, ὥσπερ ἐκεῖνος, ἀλλʼ αὐτὴν ἐπανορθούμενος τὴν κατάστασιν τῶν βασιλέων ὃ καὶ φύσει που δίκαιον ἐδόκει, τὸν ἐξ ἀρίστων ἄριστον ἄρχειν ἐν πόλει τῆς Ἑλλάδος ἡγουμένῃ διʼ ἀρετήν, οὐ διʼ εὐγένειαν.

ὥσπερ γὰρ κυνηγὸς οὐ ζητεῖ τὸ ἐκ κυνός, ἀλλὰ κύνα, καὶ ἱππικὸς ἵππον, οὐ τὸ ἐξ ἵππου· τί γὰρ, ἂν ἐξ ἵππου ἡμίονος γένηται;

p.448
οὕτως ὁ πολιτικὸς ἁμαρτήσεται τοῦ παντός, ἐὰν μὴ ζητῇ τὸν ἄρχοντα τίς ἐστιν, ἀλλὰ ἐκ τίνος, αὐτοί γέ τοι Σπαρτιᾶται βασιλεύοντας ἐνίους ἀφείλοντο τὴν ἀρχήν, ὡς οὐ βασιλικούς, ἀλλὰ φαύλους καὶ τὸ μηδὲν ὄντας, εἰ δὲ κακία καὶ μετά γένους ἄτιμον, οὐδʼ ἀρετὴ διʼ εὐγένειαν, ἀλλʼ ἀφʼ ἑαυτῆς ἔντιμον.

αἱ τοίνυν ἀδικίαι τῷ μὲν ὑπὲρ φίλων, τῷ δʼ ἄχρι φίλων ἐπράχθησαν. Λύσανδρος μὲν γὰρ ὁμολογεῖται τὰ πλεῖστα διὰ τοὺς ἑταίρους ἐξαμαρτεῖν καὶ τὰς πλείστας σφαγὰς ὑπὲρ τῆς ἐκείνων ἀπεργάσασθαι δυναστείας καὶ τυραννίδος·

Σύλλας δὲ καὶ Πομπηΐου περιέκοψε τὸ στρατιωτικὸν φθονήσας, καὶ Δολοβέλλα τὴν ναυαρχίαν ἐπεχείρησε δοὺς ἀφελέσθαι, καὶ Λουκρήτιον Ὀφέλλαν ἀντὶ πολλῶν καὶ μεγάλων ὑπατείαν μνώμενον ἐν ὀφθαλμοῖς ἀποσφάξαι προσέταξε, φρίκην καὶ δέος ἐμποιῶν πρὸς αὑτὸν ἀνθρώποις ἅπασι διὰ τῆς τῶν φιλτάτων ἀναιρέσεως.