Comparison of Lysander and Sulla

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

ἐπεὶ δὲ καὶ τὸν τούτου διεληλύθαμεν βίον, ἴωμεν ἤδη πρὸς τὴν σύγκρισιν. τὸ μὲν οὖν ἀφʼ ἑαυτῶν αὐξήσεως ἀρχὴν λαβοῦσι μεγάλοις γενέσθαι κοινὸν ἀμφοτέροις ὑπῆρξεν, ἴδιον δὲ Λυσάνδρου τὸ βουλομένων τῶν πολιτῶν καὶ ὑγιαινόντων ὅσας ἔσχεν ἀρχὰς λαβεῖν, βιάσασθαι δὲ μηδὲν ἀκόντων μηδʼ ἰσχῦσαι παρὰ τοὺς νόμους.

ἐν δὲ διχοστασίῃ καὶ ὁ πάγκακος ἔλλαχε τιμῆς,
ὥσπερ ἐν Ῥώμῃ τότε διεφθαρμένου τοῦ δήμου καὶ νοσοῦντος αὐτοῖς τοῦ πολιτεύματος ἄλλος
paris.1624.476
ἀλλαχόθεν ἀνίστατο δυνάστης. καὶ οὐδὲν ἦν θαυμαστὸν εἰ Σύλλας ἦρχεν, ὅτε Γλαυκίαι καὶ
p.446
Σατορνῖνοι Μετέλλους ἤλαυνον ἐκ τῆς πόλεως, ὑπάτων δὲ ἀπεσφάττοντο παῖδες ἐν ἐκκλησίαις, ἀργυρίῳ δὲ καὶ χρυσίῳ τὰ ὅπλα παρελάμβανον ὠνούμενοι τοὺς στρατευομένους, πυρὶ δὲ καὶ σιδήρῳ τοὺς νόμους ἐτίθεσαν βιαζόμενοι τοὺς ἀντιλέγοντας.

οὐκ αἰτιῶμαι δὲ τὸν ἐν τοιούτοις πράγμασι μέγιστον ἰσχῦσαι διαπραξάμενον, ἀλλὰ σημεῖον οὐ τίθεμαι τοῦ βέλτιστον εἶναι τὸ γενέσθαι πρῶτον οὕτω πονηρὰ πραττούσης τῆς πόλεως, ὁ δὲ ἀπὸ τῆς Σπάρτης εὐνομουμένης τότε μάλιστα καὶ σωφρονούσης ἐπὶ τὰς μεγίστας ἐκπεμπόμενος ἡγεμονίας καὶ πράξεις σχεδὸν ἀρίστων ἄριστος ἐκρίνετο καὶ πρώτων πρῶτος.

ὅθεν ὁ μὲν πολλάκις τὴν ἀρχὴν ἀποδοὺς τοῖς πολίταις ἀνέλαβε πολλάκις· διέμενε γὰρ ἡ τιμὴ τῆς ἀρετῆς ἔχουσα τὸ πρωτεῖον ὁ δὲ ἅπαξ αἱρεθεὶς στρατεύματος ἡγεμών, ἔτη συνεχῶς δέκα, νῦν μὲν ὕπατον, νῦν δὲ δικτάτορα ποιῶν ἑαυτόν, ἀεὶ δὲ ὢν τύραννος, ἐν τοῖς ὅπλοις ἔμενεν.