Lysander

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

τούτων οὖν γεγονὼς ὁ Λύσανδρος, ὡς εἰς δόξαν τῶν πράξεων ἤρθη μεγάλην καὶ φίλους ἐκέκτητο πολλοὺς καὶ δύναμιν, ἤχθετο τὴν πόλιν ὁρῶν ὑπʼ αὐτοῦ μὲν αὐξανομένην, ὑφʼ ἑτέρων δὲ βασιλευομένην οὐδὲν βέλτιον αὐτοῦ γεγονότων, καὶ διενοεῖτο τὴν ἀρχὴν ἐκ τῶν δυεῖν οἴκων μεταστήσας εἰς κοινὸν ἀποδοῦναι πᾶσιν Ἡρακλείδαις,

ὡς δὲ ἔνιοί φασιν, οὐχ Ἡρακλείδαις, ἀλλὰ Σπαρτιάταις, ἵνα μὴ ᾖ τῶν ἀφʼ Ἡρακλέους, ἀλλὰ τῶν οἷος Ἡρακλῆς τὸ γέρας, ἀρετῇ κρινομένων, ἣ κἀκεῖνον εἰς θεῶν τιμὰς ἀνήγαγεν. ἤλπιζε δὲ τῆς βασιλείας οὕτω δικαζομένης οὐδένα πρὸ αὑτοῦ Σπαρτιάτην ἂν αἱρεθήσεσθαι.

πρῶτον μὲν οὖν ἐπεχείρησε καὶ παρεσκευάσατο πείθειν διʼ ἑαυτοῦ τοὺς πολίτας, καὶ λόγον ἐξεμελέτα πρὸς τὴν ὑπόθεσιν γεγραμμένον ὑπὸ Κλέωνος τοῦ Ἁλικαρνασσέως. ἔπειτα τὴν ἀτοπίαν καὶ τὸ μέγεθος τοῦ καινοτομουμένου πράγματος ὁρῶν ἰταμωτέρας δεόμενον βοηθείας, ὥσπερ ἐν τραγῳδία μηχανὴν αἴρων ἐπὶ τοὺς πολίτας,

λόγια πυθόχρηστα καὶ χρησμοὺς συνετίθει καὶ κατεσκεύαζεν, ὡς οὐδὲν ὠφελησόμενος ὑπὸ τῆς Κλέωνος δεινότητος, εἰ μὴ φόβῳ θεοῦ τινι καὶ δεισιδαιμονίᾳ προεκπλήξας καὶ χειρωσάμενος ὑπαγάγοι πρὸς τὸν λόγον τοὺς πολίτας.

ἔφορος μὲν οὖν φησιν αὐτόν, ὡς τήν τε Πυθίαν ἐπιχειρήσας διαφθεῖραι καὶ τὰς Δωδωνίδας αὖθις ἀναπείθων διὰ Φερεκλέους ἀπέτυχεν, εἰς Ἄμμωνος ἀναβῆναι καὶ διαλέγεσθαι τοῖς προφήταις πολὺ χρυσίον διδόντα, τοὺς δὲ δυσχεραίνοντας εἰς Σπάρτην τινὰς ἀποστεῖλαι τοῦ Λυσάνδρου κατηγορήσοντας, ἐπεὶ δὲ ἀπελύθη, τοὺς Λίβυας ἀπιόντας εἰπεῖν· ἀλλʼ ἡμεῖς γε βέλτιον, ὦ Σπαρτιᾶται, κρινοῦμεν, ὅταν ἥκητε πρὸς ἡμᾶς εἰς Λιβύην οἰκήσοντες, ὡς δὴ χρησμοῦ τινος ὄντος παλαιοῦ Λακεδαιμονίους ἐν Λιβύῃ κατοικῆσαι.