Lysander

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

ἔδοξεν οὖν τῷ Λυσάνδρῳ διὰ λόγων πρὸς αὐτὸν ἐλθεῖν· καὶ γίνεται βραχὺς καὶ Λακωνικὸς αὐτῶν διάλογος. ἦ καλῶς ᾔδεις, ὦ Ἀγησίλαε, φίλους ἐλαττοῦν. καὶ ὅς· ἄν γε ἐμοῦ βούλωνται μείζονες εἶναι· τοὺς δὲ αὔξοντας τὴν ἐμὴν δύναμιν καὶ μετέχειν αὐτῆς δίκαιον.

ἀλλʼ ἴσως μέν, ὦ Ἀγησίλαε, σοὶ λέλεκται κάλλιον ἢ ἐμοὶ πέπρακται· δέομαι δέ σου καὶ διὰ τοὺς ἐκτὸς ἀνθρώπους, οἳ πρὸς ἡμᾶς ἀποβλέπουσιν, ἐνταῦθά με τῆς σεαυτοῦ στρατηγίας τάξον, ὅπου τεταγμένον ἥκιστα μὲν ἐπαχθῆ, μᾶλλον δὲ χρήσιμον ἔσεσθαι σεαυτῷ νομίζεις.

ἐκ τούτου πρεσβευτὴς εἰς Ἑλλήσποντον ἐπέμπετο· καὶ τὸν μὲν Ἀγησίλαον διʼ ὀργῆς εἶχεν, οὐκ ἠμέλει δὲ τοῦ τὰ δέοντα πράττειν, Σπιθριδάτην δὲ τὸν Πέρσην προσκεκρουκότα Φαρναβάζῳ, γενναῖον ἄνδρα καὶ στρατιὰν ἔχοντα περὶ αὑτόν, ἀποστήσας ἤγαγε πρὸς τὸν Ἀγησίλαον.

ἄλλο δὲ οὐδὲν ἐχρήσατο αὐτῷ πρὸς τὸν πόλεμον, ἀλλὰ τοῦ χρόνου διελθόντος ἀπέπλευσεν εἰς τὴν Σπάρτην ἀτίμως, ὀργιζόμενος μὲν τῷ Ἀγησιλάῳ, μισῶν δὲ καὶ τὴν ὅλην πολιτείαν ἔτι μᾶλλον ἢ πρότερον, καὶ τὰ πάλαι δοκοῦντα συγκεῖσθαι καὶ μεμηχανῆσθαι πρὸς μεταβολὴν καὶ νεωτερισμὸν ἐγνωκὼς ἐγχειρεῖν τότε καὶ μὴ διαμέλλειν.

ἦν δὲ τοιάδε. τῶν ἀναμιχθέντων Δωριεῦσιν Ἡρακλειδῶν καὶ κατελθόντων εἰς Πελοπόννησον πολὺ μὲν ἐν Σπάρτῃ καὶ λαμπρὸν ἤνθησε γένος, οὐ παντὶ δὲ αὐτῶν τῆς βασιλικῆς μετῆν διαδοχῆς, ἀλλʼ ἐβασίλευον ἐκ δυεῖν οἴκων μόνον Εὐρυπωντίδαι καὶ Ἀγιάδαι προσαγορευόμενοι, τοῖς δὲ ἄλλοις οὐδὲν ἑτέρου πλέον ἔχειν ἐν τῇ πολιτείᾳ διὰ τὴν εὐγένειαν ὑπῆρχεν, αἱ δὲ ἀπʼ ἀρετῆς τιμαὶ πᾶσι προὔκειντο τοῖς δυναμένοις.