Caius Marius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἀναγορευθεὶς δὲ λαμπρῶς εὐθὺς ἐστρατολόγει, παρὰ τὸν νόμον καὶ τὴν συνήθειαν πολὺν τὸν ἄπορον καὶ φαῦλον[*](φαῦλον van Herwerden: δοῦλον.) καταγράφων, τῶν πρόσθεν ἡγεμόνων οὐ προσδεχομένων τοὺς τοιούτους, ἀλλʼ, ὥσπερ ἄλλο τι τῶν καλῶν, τὰ ὅπλα μετὰ τιμῆς τοῖς ἀξίοις νεμόντων, ἐνέχυρον τὴν οὐσίαν ἑκάστου τιθέναι δοκοῦντος.

οὐ μὴν ταῦτά γε μάλιστα διέβαλλε τὸν Μάριον, ἀλλʼ οἱ λόγοι θρασεῖς ὄντες ὑπεροψίᾳ καὶ ὕβρει τοὺς πρώτους ἐλύπουν, σκῦλόν τε βοῶντος αὐτοῦ τὴν ὑπατείαν φέρεσθαι τῆς τῶν εὐγενῶν καὶ πλουσίων μαλακίας, καὶ τραύμασιν οἰκείοις πρὸς τὸν δῆμον, οὐ μνήμασι νεκρῶν οὐδὲ ἀλλοτρίαις εἰκόσι νεανιεύεσθαι.

πολλάκις δὲ καὶ τοὺς ἀτυχήσαντας ἐν Λιβύῃ στρατηγούς, τοῦτο μὲν Βηστίαν, τοῦτο δὲ Ἀλβῖνον, ἀνθρώπους οἴκων μὲν ἐπιφανῶν, αὐτοὺς δὲ τύχῃ σφαλέντας, ἀποχέμους καὶ διʼ ἀπειρίαν πταίσαντας ὀνομάζων, ἐπυνθάνετο τῶν παρόντων εἰ μὴ καὶ τοὺς ἐκείνων οἴονται προγόνους αὐτῷ μᾶλλον ἂν εὔξασθαι παραπλησίους ἐκγόνους ἀπολιπεῖν, ἅτε δὴ μηδὲ αὐτοὺς διʼ εὐγένειαν, ἀλλʼ ὑπʼ ἀρετῆς καὶ καλῶν ἔργων ἐνδόξους γενομένους.

ταῦτα δὲ οὐ κενῶς οὐδὲ ἀλαζονικῶς ἔλεγεν οὐδὲ μάτην ἀπεχθάνεσθαι τοῖς δυνατοῖς βουλόμενος, ἀλλʼ ὁ δῆμος αὐτόν, ἡδόμενός τε τῇ βουλῇ προπηλακιζομένῃ καὶ λόγου κόμπῳ μετρῶν ἀεὶ φρονήματος μέγεθος, ἐξεκούφιζε, καὶ συνεξώρμα μὴ

p.484
φείδεσθαι τῶν ἀξιολόγων, χαριζόμενον τοῖς πολλοῖς.