Caius Marius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

καὶ παρὼν ὁ Μάριος τῇ κρίσει σύμβουλος

p.480
αὐτὸς τέ οἱ πικρὸς ἦν καὶ τῶν ἄλλων παρώξυνε τοὺς πλείστους, ὥστε ἄκοντα τὸν Μέτελλον ἐκβιασθῆναι καὶ καταψηφίσασθαι θάνατον τοῦ ἀνθρώπου. μετʼ ὀλίγον δὲ τῆς αἰτίας ψευδοῦς φανείσης, οἱ μὲν ἄλλοι συνήχθοντο τῷ Μετέλλῳ βαρέως φέροντι, Μάριος δὲ χαίρων καὶ ποιούμενος ἴδιον τὸ ἔργον οὐκ ᾐσχύνετο λέγειν περιιών ὡς αὑτὸς εἴη προστετριμμένος ἀλάστορα τῷ Μετέλλῳ ξενοκτόνον.

ἐκ τούτου φανερῶς ἀπηχθάνοντο· καὶ λέγεταὶ ποτε τοῦ Μαρίου παρόντος οἷον ἐφυβρίζων ὁ Μέτελλος εἰπεῖν, σὺ δὴ καταλιπὼν ἡμᾶς, ὦ γενναῖε, πλεῖν ἐπʼ οἴκου διανοῇ καὶ παραγγέλλειν ὑπατείαν; οὐ γάρ ἀγαπήσεις, ἂν τᾠμῷ παιδὶ τούτῳ συνυπατεύσῃς; ἦν δ’ ὁ παῖς τότε τοῦ Μετέλλου παντάπασι μειράκιον.

οὐ μὴν ἀλλὰ τοῦ Μαρίου σπουδάζοντος ἀφεθῆναι, πολλὰς ἀναβολὰς ποιησάμενος, ἔτι δώδεκα λειπομένων ἡμερῶν ἐπὶ τὴν τῶν ὑπάτων ἀνάδειξιν, ἀφῆκεν αὐτόν, ὁ δὲ πολλὴν ἀπὸ στρατοπέδου τὴν ἐπὶ θάλασσαν εἰς Ἰτύκην ὁδὸν ἡμέραις δυσὶ καὶ μιᾷ νυκτὶ συνελών ἔθυε πρὸ τοῦ πλοῦ. καὶ λέγεται τὸν μάντιν εἰπεῖν ὡς ἀπίστους τινὰς τὸ μέγεθος καὶ κρείττονας ἐλπίδος ἁπάσης εὐπραξίας προφαίνοι τῷ Μαρίῳ τὸ δαιμόνιον.

ὁ δὲ τούτοις ἐπαρθεὶς ἀνήχθη. καὶ τὸ πέλαγος τεταρταῖος

paris.1624.410
οὐρίῳ πνεύματι περάσας αὐτίκα τε τῷ δήμῳ ποθεινὸς ὤφθη, καὶ προαχθεὶς ὑπό τινος τῶν δημάρχων εἰς τὸ πλῆθος ἐπὶ πολλαῖς κατὰ τοῦ Μετέλλου διαβολαῖς ᾐτεῖτο τὴν ἀρχήν, ὑπισχνούμενος ἢ κτενεῖν ἢ ζῶντα λήψεσθαι τὸν Ἰουγούρθαν.
p.482