Caius Marius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἐπεὶ δὲ Καικίλιος Μέτελλος ἀποδειχθεὶς

paris.1624.409
ἐπὶ τὸν κατὰ Ἰουγούρθα πόλεμον ὕπατος στρατηγὸς εἰς Λιβύην ἐπηγάγετο πρεσβευτὴν Μάριον, ἐνταῦθα πράξεων μεγάλων καὶ λαμπρῶν ἀγώνων ἐπιλαβόμενος τὸ μὲν αὔξειν τὸν Μέτελλον, ὥσπερ οἱ λοιποί, καὶ πολιτεύεσθαι πρὸς ἐκεῖνον εἴασε χαίρειν· ἀξιῶν δὲ οὐχ ὑπὸ Μετέλλου κεκλῆσθαι πρεσβευτής, ὑπὸ δὲ τῆς τύχης εἰς εὐφυέστατον καιρὸν ὁμοῦ καὶ μέγιστον εἰσάγεσθαι πράξεων θέατρον, ἐπεδείκνυτο πᾶσαν ἀνδραγαθίαν.

καὶ πολλὰ τοῦ πολέμου δυσχερῆ φέροντος οὔτε τῶν μεγάλων τινὰ πόνων ὑποτρέσας οὔτε τῶν μικρῶν ἀπαξιώσας, ἀλλὰ τοὺς μὲν ὁμοτίμους εὐβουλίᾳ καὶ προνοίᾳ τοῦ συμφέροντος ὑπερβαλλόμενος, πρὸς δ’ τοὺς στρατιώτας ὑπὲρ εὐτελείας καὶ καρτερίας διαμιλλώμενος εὔνοιαν ἔσχε πολλὴν παρʼ αὐτοις.

ὅλως μὲν γάρ ἔοικε τοῦ κάμνειν

p.478
ἑκάστῳ παραμυθία τὸ συγκάμνον ἑκουσίως εἶναι· δοκεῖ γὰρ ἀφαιρεῖν τὴν ἀνάγκην· ἥδιστον δὲ Ῥωμαίῳ θέαμα στρατιώτῃ στρατηγὸς ἐσθίων ἐν ὄψει κοινὸν ἄρτον ἢ κατακείμενος ἐπὶ στιβάδος εὐτελοῦς ἢ περὶ ταφρείαν τινὰ καὶ χαράκωσιν ἔργου συνεφαπτόμενος, οὐ γάρ οὕτως τοὺς τιμῆς καὶ χρημάτων μεταδιδόντας ὡς τοὺς πόνου καὶ κινδύνου μεταλαμβάνοντας ἡγεμόνας θαυμάζουσιν, ἀλλὰ μᾶλλον ἀγαπῶσι τῶν ῥᾳθυμεῖν ἐπιτρεπόντων τοὺς συμπονεῖν ἐθέλοντας,

ταῦτα πάντα ποιῶν ὁ Μάριος καὶ διὰ τούτων τοὺς στρατιώτας δημαγωγῶν ταχὺ μὲν ἐνέπλησε τὴν Λιβύην, ταχὺ δὲ τὴν Ῥώμην, ὀνόματος καὶ δόξης, τῶν ἀπὸ στρατοπέδου τοῖς οἴκοι γραφόντων ὡς οὐκ ἔστι πέρας οὐδὲ ἀπαλλαγὴ τοῦ πρὸς τὸν βάρβαρον πολέμου μὴ Γάϊον Μάριον ἑλομένοις ὕπατον.