Caius Marius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἀποδεξαμένων δὲ τὴν ἀπόρρησιν τῆς μαρτυρίας τῶν δικαστῶν αὐτὸς ἀντεῖπεν ὁ Μάριος πρὸς τὸν Ἑρέννιον ὡς, ὅτε πρῶτον ἄρχων ἀνηγορεύθη, τὸν πελάτην ἐκβεβηκώς· ὅπερ ἦν οὐ παντάπασιν ἀληθές, ἀρχὴ γὰρ οὐ πᾶσα τοῦ νέμειν προστάτην ἀπαλλάσσει τοὺς τυχόντας αὐτοὺς καὶ γένος, ἀλλʼ ᾗ τὸν ἀγκυλόποδα δίφρον ὁ νόμος δίδωσιν. οὐ μὴν ἀλλὰ ταῖς πρώταις ἡμέραις ἐν τῇ δίκῃ κακῶς πράττων ὁ Μάριος καὶ χαλεποῖς χρώμενος τοῖς δικασταῖς, τῇ τελευταίᾳ παραλόγως ἀπέφυγεν ἴσων τῶν ψήφων γενομένων.

ἐν μὲν οὖν τῇ στρατηγίᾳ μετρίως ἐπαινούμενον ἑαυτὸν παρέσχε, μετὰ δὲ τὴν στρατηγίαν κλήρῳ λαβὼν τὴν ἐκτὸς Ἰβηρίαν λέγεται καθᾶραι λῃστηρίων τὴν ἐπαρχίαν ἀνήμερον οὖσαν ἔτι τοῖς ἐθισμοῖς καὶ θηριώδη, καὶ τὸ λῃστεύειν οὔπω τότε τῶν Ἰβήρων οὐχὶ κάλλιστον ἡγουμένων, ἐν δὲ τῇ πολιτείᾳ γενόμενος οὐκ εἶχεν οὔτε πλοῦτον οὔτε λόγον, οἷς ἦγον οἱ τότε μάλιστα τιμώμενοι τὸν δῆμον.

αὐτὴν δὲ τὴν ἀνάτασιν τοῦ φρονήματος καὶ τὸ περὶ τοὺς πόνους ἐνδελεχὲς αὐτοῦ καὶ τὸ δημοτικὸν τῆς διαίτης ἔν τινι σπουδῇ τιθεμένων τῶν πολιτῶν ηὐξάνετο τῇ τιμῇ πρὸς δύναμιν, ὥστε καὶ γάμον γῆμαι λαμπρὸν οἰκίας ἐπιφανοῦς τῆς Καισάρων Ἰουλίαν, ἧς ἦν ἀδελφιδοῦς Καῖσαρ ὁ χρόνοις ὕστερον Ῥωμαίων μέγιστος γενόμενος καί τι κατʼ οἰκειότητα ζηλώσας Μάριον, ὡς ἐν τοῖς περὶ ἐκείνου γέγραπται.

p.476

τῷ δὲ Μαρίῳ καὶ σωφροσύνην μαρτυροῦσι καὶ καρτερίαν, ἧς δεῖγμα καὶ τὸ περὶ τὴν χειρουργίαν ἐστίν, ἰξιῶν γάρ, ὡς ἔοικε, μεγάλων ἀνάπλεως ἄμφω τὰ σκέλη γεγονὼς καὶ τὴν ἀμορφίαν δυσχεραίνων ἔγνω παρασχεῖν ἑαυτὸν τῷ ἰατρῷ· καὶ παρέσχεν ἄδετος θάτερον σκέλος, οὐδὲν κινηθεὶς οὐδὲ στενάξας, ἀλλὰ καθεστῶτι τῷ προσώπῳ καὶ μετὰ σιωπῆς ὑπερβολάς τινας ἀλγηδόνων ἐν ταῖς τομαῖς ἀνασχόμένος·, τὸν δ̓· ἰατροῦ μετιόντος ἐπὶ θάτερον οὐκέτι παρέσχε, φήσας ὁρᾶν τὸ ἐπανόρθωμα τῆς ἀλγηδόνος οὐκ ἄξιον.