Caius Marius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ταῦτα ἀκούσαντα τὸν Μάριον ὑπὸ λύπης καὶ βαρυθυμίας ἀπορία λόγων ἔσχε, καὶ πολὺν χρόνον ἡσυχίαν ἦγε δεινὸν εἰς τὸν ὑπηρέτην ἀποβλέπων, ἐρομένου δὲ ἐκείνου τί φράζει καὶ τί λέγει πρὸς τὸν στρατηγόν, ἀπεκρίνατο μέγα στενάξας, ἂγγελλε τοίνυν ὅτι Γάϊον Μάριον ἐν τοῖς Καρχηδόνος ἐρειπίοις φυγάδα καθεζόμενον εἶδες, οὐ κακῶς ἅμα τήν τε τῆς πόλεως ἐκείνης τύχην καὶ τὴν ἑαυτοῦ μεταβολὴν ἐν παραδείγματος λόγῳ θέμενος.

ἐν τούτῳ δὲ Ἰάμψας ὁ βασιλεὺς τῶν Νομάδων ἐπαμφοτερίζων τοῖς λογισμοῖς ἐν τιμῇ μὲν ἦγε τοὺς περὶ τὸν νέον Μάριον, ἀπιέναι δὲ βουλομένους ἔκ τινος ἀεὶ προφάσεως κατεῖχε, καὶ δῆλος ἦν ἐπʼ οὐδενὶ χρηστῷ ποιούμενος τὴν ἀναβολήν. οὐ μὴν ἀλλὰ συμβαίνει τι τῶν εἰκότων αὐτοῖς πρὸς σωτηρίαν. ὁ γάρ νέος Μάριος εὐπρεπὴς ὢν τὴν ὄψιν ἠνία τινὰ τῶν παλλακίδων τοῦ βασιλέως παρʼ ἀξίαν πράττων· ὁ δὲ οἶκτος οὗτος ἀρχὴ καὶ πρόφασις ἦν ἔρωτος.

τὸ μὲν οὖν πρῶτον ἀπετρίβετο τὴν ἄνθρωπον· ὡς δὲ οὔτε φυγῆς ἑτέραν ὁδὸν ἑώρα καὶ τὰ παρʼ ἐκείνης σπουδαιότερον ἢ πρὸς ἡδονὴν ἀκόλαστον διεπράττετο, δεξάμενος τὴν φιλοφροσύνην καὶ συνεκπεμφθεὶς ὑπʼ αὐτῆς ἀπέδρα μετὰ τῶν φίλων καὶ διέφυγε πρὸς τὸν Μάριον. ἐπεὶ δὲ ἀλλήλους ἠσπάσαντο, πορευόμενοι παρὰ τὴν θάλασσαν ἐντυγχάνουσι σκορπίοις μαχομένοις· καὶ τὸ σημεῖον ἐφάνη τῷ

p.578
Μαρίῳ πονηρόν.

εὐθὺς οὖν ἁλιάδος ἐπιβάντες εἰς Κέρκιναν διεπέρων, νῆσον ἀπέχουσαν οὐ πολὺ τῆς ἠπείρου· καὶ τοσοῦτον ἔφθασαν ὅσον ἀνηγμένων αὐτῶν ἱππεῖς ὁρᾶσθαι παρὰ τοῦ βασιλέως ἐλαύνοντας ἐπὶ τὸν τόπον ὅθεν ἀνήχθησαν. τοῦτον οὐδενὸς ἐλάττονα κίνδυνον ἔδοξεν ἐκφυγεῖν ὁ Μάριος.