Caius Marius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἄλλου δὲ ἄλλο τι προθύμως ὑπηρετοῦντος καὶ σπευδόντων ἁπάντων ἐγίνετο τριβὴ τοῦ χρόνου. τὸ γάρ τῆς λεγομένης Μαρίκας ἄλσος, ὃ σέβονται καὶ παραφυλάττουσι μηθὲν ἐκεῖθεν ἐκκομισθῆναι τῶν

p.574
εἰσκομισθέντων, ἐμποδὼν ἦν τῆς ἐπὶ θάλασσαν ὁδοῦ, καὶ κύκλῳ περιιόντας ἔδει βραδύνειν, ἄχρι οὗ τῶν πρεσβυτέρων τις ἐκβοήσας ἔφη μηδεμίαν ἄβατον μηδʼ· ἀπόρεντον ὁδὸν εἶναι διʼ ἧς σῴζεται Μάριος, καὶ πρῶτος αὐτὸς λαβών τι τῶν κομιζομένων ἐπὶ ναῦν διὰ τοῦ τόπου διεξῆλθε.

τοιαύτῃ προθυμίᾳ ταχὺ πάντων συμπορισθέντων καὶ Βηλαίου τινὸς ναῦν τῷ Μαρίῳ παρασχόντος, ὃς ὕστερον πίνακα τῶν πράξεων ἐκείνων γραψάμενος ἀνέθηκεν εἰς τὸ ἱερὸν ὅθεν ἐμβὰς ὁ Μάριος ἀνήχθη, τῷ πνεύματι φέροντι χρώμενος ἐφέρετό πως κατὰ τύχην πρὸς Αἰναρίαν τὴν νῆσον, ὅπου τὸν Γράνιον καὶ τοὺς ἄλλους φίλους εὑρών ἔπλει μετʼ αὐτῶν ἐπὶ Λιβύης.

ὕδατος δὲ ἐπιλιπόντος αὐτοὺς ἀναγκαίως Σικελίᾳ κατὰ τὴν Ἐρυκίνην προσέσχον. ἔτυχε δὲ περὶ τοὺς τόπους ἐκείνους ὁ Ῥωμαίων ταμίας παραφυλάσσων, καὶ μικροῦ μὲν αὐτὸν ἀποβάντα τὸν Μάριον εἷλεν, ἀπέκτεινε δὲ περὶ ἑκκαίδεκα τῶν ὑδρευομένων. Μάριος δὲ κατὰ σπουδὴν ἀναχθεὶς καὶ διαπεράσας τὸ πέλαγος πρὸς Μήνιγγα τὴν νῆσον, ἐνταῦθα διαπυνθάνεται πρῶτον ὡς ὁ παῖς αὐτοῦ διασέσῳσται μετὰ Κεθήγου καὶ πορεύονται πρὸς τὸν βασιλέα τῶν Νομάδων Ἰάμψαν, δεησόμενοι βοηθεῖν.

ἐφʼ οἷς μικρὸν ἀναπνεύσας ἐθάρρησεν ἀπὸ τῆς νήσου πρὸς τὴν Καρχηδονίαν

paris.1624.429
προσβαλεῖν· ἐστρατήγει δὲ τῆς Λιβύης τότε Σεξτίλιος, ἀνήρ Ῥωμαῖος, οὔτε φαῦλον οὐθὲν οὔτε χρηστὸν ἐκ Μαρίου προειληφώς, ἀλλʼ ὅσον ἀπʼ οἴκτου τι προσδοκώμενος ὠφελήσειν. ἄρτι δὲ αὐτοῦ μετʼ
p.576
ὀλίγων ἀποβεβηκότος ὑπηρέτης ἀπαντήσας καὶ καταστὰς ἐναντίον εἶπεν, ἀπαγορεύει σοι Σεξτίλιος ὁ στρατηγός, ὦ Μάριε, Λιβύης ἐπιβαίνειν· εἰ δὲ μή, φησὶν ἀμυνεῖν τοῖς τῆς βουλῆς δόγμασιν, ὡς Ῥωμαίων πολεμίῳ χρώμενος.