Caius Marius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

Μάριος δὲ τὸν Σατορνῖνον ἀντὶ τῆς ὑπουργίας ταύτης ἐπὶ πᾶν προϊόντα τόλμης καὶ δυνάμεως περιορᾶν ἀναγκαζόμενος, ἔλαθεν οὐκ ἀνεκτὸν ἀπεργασάμενος κακόν, ἀλλʼ ἄντικρυς ὅπλοις καὶ σφαγαῖς ἐπὶ τυραννίδα καὶ πολιτείας ἀνατροπὴν πορευόμενον. αἰδούμενος δὲ τοὺς κρατίστους, θεραπεύων δὲ τοὺς πολλούς, ἔργον ἀνελεύθερον ἐσχάτως ὑπέμεινε καὶ παλίμβολον.

ἐλθόντων γάρ ὡς αὐτὸν ὑπὸ νύκτα τῶν πρώτων

p.548
ἀνδρῶν καὶ παρακαλούντων ἐπὶ τὸν Σατορνῖνον, ἑτέραις θύραις ἐκεῖνον ὑπεδέξατο τούτων ἀγνοούντων. εἶτα πρόφασιν λέγων πρὸς ἀμφοτέρους κοιλίας διάρροιαν, νῦν μὲν ὡς τούτους, νῦν δὲ ὡς ἐκεῖνον ἐπὶ τῆς οἰκίας ἀνά μέρος διατρέχων συνέκρουε καὶ παρώξυνεν.

οὐ μὴν ἀλλὰ καὶ τῆς βουλῆς καὶ τῶν ἱππέων συνισταμένων καὶ ἀγανακτούντων ἐξήνεγκεν εἰς ἀγορὰν τὰ ὅπλα, καὶ καταδιωχθέντας αὐτοὺς εἰς τὸ Καπετώλιον εἷλε δίψει· τοὺς γὰρ ὀχετοὺς ἀπέκοψεν, οἱ δ’ ἀπειπόντες ἐκεῖνον ἐκάλουν καὶ παρέδωκαν σφᾶς αὐτοὺς διὰ τῆς λεγομένης δημοσίας πίστεως.

ἐπεὶ δὲ παντοῖος γενόμενος ὑπὲρ τοῦ σῶσαι τοὺς ἄνδρας οὐδὲν ὤνησεν, ἀλλὰ κατιόντες εἰς ἀγορὰν ἀνῃρέθησαν, ἐκ τούτου τοῖς τε δυνατοῖς ἅμα καὶ τῷ δήμῳ προσκεκρουκώς, τιμητείας παραπεσούσης ἐπίδοξος ὢν οὐ μετῆλθεν, ἀλλʼ εἴασεν ἑτέρους ὑποδεεστέρους αἱρεθῆναι, δεδιὼς ἀποτυχεῖν. ἄλλως δὲ αὐτὸς ἐκαλλωπίζετο πολλοῖς μὴ θέλειν ἀπεχθάνεσθαι τοὺς βίους αὐτῶν καὶ τὰ ἤθη πικρῶς ἐξετάζων.

δόγματος δὲ εἰσφερομένου Μέτελλον ἀπὸ τῆς φυγῆς ἀνακαλεῖσθαι, πολλὰ καὶ διὰ λόγων καὶ διʼ ἔργων μάτην ἐναντιωθεὶς τέλος ἀπεῖπε· καὶ δεξαμένου τὴν γνώμην τοῦ δήμου προθύμως, οὐχ ὑπομένων κατερχόμενον ἐπιδεῖν τὸν Μέτελλον ἐξέπλευσεν εἰς Καππαδοκίαν καὶ Γαλατίαν, λόγῳ μὲν ἀποδώσων ἃς εὔξατο τῇ

p.550
Μητρὶ τῶν θεῶν θυσίας, ἑτέραν δὲ τῆς ἀποδημίας ἔχων ὑπόθεσιν λανθάνουσαν τοὺς πολλούς.

ἀφυὴς γὰρ ὢν πρὸς εἰρήνην καὶ ἀπολίτευτος, ηὐξημένος δὲ τοῖς πολέμοις, εἶτα κατὰ μικρὸν αὖθις ὐπὸ ἀργίας καὶ ἡσυχίας ἀπὸ ἀπομαραίνεσθαι τὴν δύναμιν αὐτόν καὶ τὴν δόξαν οἰόμενος, ἐζήτει καινῶν πραγμάτων ἀρχάς, ἤλπιζε γὰρ τοὺς βασιλεῖς συνταράξας καὶ Μιθριδάτην ἐπίδοξον ὄντα πολεμήσειν ἀναστήσας καὶ παροξύνας, εὐθὺς ἐπʼ αὐτὸν ἡγεμὼν αἱρεθήσεσθαι καὶ νέων μὲν τὴν πόλιν θριάμβων, σκύλων δὲ Ποντικῶν καὶ πλούτου βασιλικοῦ τὸν οἶκον ἐμπλήσειν.

διὸ καὶ Μιθριδάτου πάσῃ χρησαμένου θεραπείᾳ καὶ τιμῇ πρὸς αὐτόν οὐ καμφθεὶς οὐδὲ ὑπείξας, ἀλλʼ εἰπών, ἢ μεῖζον, ὦ βασιλεῦ, πειρῶ δύνασθαι Ῥωμαίων, ἢ ποίει σιωπῇ τὸ προστασσόμενον, ἐξέπληξεν αὐτόν, ὡς φωνῆς μὲν πολλάκις, παρρησίας δὲ τότε πρῶτον ἀκούσαντα Ῥωμαϊκῆς.

ἐπανελθὼν δὲ εἰς Ῥώμην οἰκίαν ἐδείματο τῆς ἀγορᾶς πλησίον, εἴτε, ὡς αὐτὸς ἔλεγε, τοὺς θεραπεύοντας αὐτὸν ἐνοχλεῖσθαι μὴ βουλόμενος

paris.1624.424
μακρὰν βαδίζοντας, εἴτε τοῦτο αἴτιον οἰόμενος εἶναι τοῦ μὴ πλείονας ἄλλων ἐπὶ θύρας αὐτοῦ φοιτᾶν. τὸ δ’ οὐκ ἦν ἄρα τοιοῦτον ἀλλʼ ὁμιλίας χάριτι καὶ πολιτικαῖς χρείαις ἑτέρων λειπόμενος ὥσπερ ὄργανον πολεμικὸν ἐπʼ εἰρήνης παρημεχεῖτο.