Caius Marius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

καὶ μάλιστα περὶ τὴν τελευταίαν ἐφθονεῖτο, πολλὰ συνεξαμαρτάνων τοῖς περὶ τὸν Σατορνῖνον. ὧν ἦν καὶ ὁ Νωνίου φόνος, ὃν ἀντιπαραγγέλλοντα δημαρχίαν ἀπέσφαξεν ὁ Σατορνῖνος. εἶτα δημαρχῶν ἐπῆγε τὸν περὶ τῆς χώρας νόμον, ᾧ προσεγέγραπτο τὴν σύγκλητον ὀμόσαι προσελθοῦσαν, ἦ μὴν ἐμμενεῖν οἷς ἂν ὁ δῆμος ψηφίσαιτο καὶ πρὸς μηδὲν ὑπεναντιώσεσθαι.

τοῦτο τοῦ νόμου τό μέρος προσποιούμενος ἐν τῇ βουλῇ διώκειν ὁ Μάριος οὐκ ἔφη δέξεσθαι[*](δέξεσθαι Coraës, Bekker, and Ziegler, after Reiske δέξεσθαι.) τὸν ὅρκον, οὐδὲ ἄλλον οἴεσθαι σωφρονοῦντα· καὶ γάρ εἰ μὴ μοχθηρὸς ἦν ὁ νόμος, ὕβριν εἶναι τὰ τοιαῦτα τὴν βουλὴν διδόναι βιαζομένην, ἀλλὰ μὴ πειθοῖ μηδὲ ἐκοῦσαν. ταῦτα δὲ οὐχ οὕτως φρονῶν ἔλεγεν, ἀλλὰ τῷ Μετέλλῳ ἀπάτην περιτιθεὶς ἄφυκτον.

p.544

αὐτὸς μὲν γὰρ εἰς ἀρετῆς καὶ δεινότητος μερίδα τὸ ψεύσασθαι τιθέμενος λόγον οὐδένα τῶν πρὸς τὴν σύγκλητον ὡμολογημένων ἕξειν ἔμελλε, τὸν δὲ Μέτελλον εἰδὼς βέβαιον ἄνδρα καὶ τὴν αλήθειαν ἀρχὴν μεγάλης ἀρετῆς κατὰ Πίνδαρον ἡγούμενον ἐβούλετο τῇ πρὸς τὴν σύγκλητον ἀρνήσει προληφθέντα καὶ μὴ δεξάμενον τὸν ὅρκον εἰς ἀνήκεστον ἐμβαλεῖν πρὸς τὸν δῆμου ἔχθραν. ὃ καὶ συνέβη.

τοῦ γὰρ Μετέλλου φήσαντος μὴ ὀμόσειν, τότε μὲν ἡ βουλῇ διελύθη, μετὰ δὲ ἡμέρας ὀλίγας τοῦ Σατορνίνου πρὸς τὸ βῆμα τοὺς συγκλητικοὺς ἀνακαλουμένου καὶ τὸν ὅρκον ὀμνύειν ἀναγκάζοντος ὁ Μάριος παρελθών, γενομένης σιωπῆς καὶ πάντων εἰς ἐκεῖνου ἀνηρτημένων, μακρὰ χαίρειν φράσας τοῖς ἐν τῇ βουλῇ νεανιευθεῖσιν ἀπὸ φωνῆς, οὐχ οὕτω πλατὺν ἔφη φορεῖν τὸν τράχηλον ὡς προαποφαίνεσθαι καθἀπαξ εἰς πρᾶγμα τηλικοῦτον, ἀλλʼ ὀμεῖσθαι καὶ τῷ νόμῳ πειθαρχήσειν, εἴπερ ἔστι νόμος· καὶ γάρ τοῦτο προσέθηκε τὸ σοφὸν ὥσπερ παρακάλυμμα τῆς αἰσχύνης.

ὁ μὲν οὖν δῆμος ἡσθεὶς ὀμόσαντος ἀνεκρότησε καὶ κατευφήμησε, τοὺς δὲ ἀρίστους κατήφεια δεινὴ καὶ μῖσος ἔσχε τοῦ Μαρίου τῆς μεταβολῆς, ὤμνυσαν οὖν ἅπαντες ἐφεξῆς δεδιότες τὸν δῆμον ἄχρι Μετέλλου· Μέτελλος δέ, καίπερ ἀντιβολούντων καὶ δεομένων τῶν φίλων ὀμόσαι καὶ μὴ περιβαλεῖν ἑαυτὸν ἐπιτιμίοις ἀνηκέστοις, ἃ κατὰ τῶν μὴ ὀμνυόντων ὁ Σατορνῖνος εἰσέφερεν, οὐχ

p.546
ὐφήκατο τοῦ φρονήματος οὐδὲ ὤμοσεν,

ἀλλʼ ἐμμένων τῷ ἤθει καὶ πᾶν παθεῖν δεινὸν ἐπὶ τῷ μηθὲν αἰσχρὸν ἐργάσασθαι παρεσκευασμένος ἀπῆλθεν ἐκ τῆς ἀγορᾶς, διαλεγόμενος τοῖς περὶ αὐτὸν ὡς τὸ κακόν τι πρᾶξαι φαῦλον εἴη, τὸ δὲ καλὸν μέν,

paris.1624.423
ἀκινδύνως δέ, κοινόν, ἴδιον δὲ ἀνδρὸς ἀγαθοῦ τὸ μετὰ κινδύνων τὰ καλὰ πράσσειν.

ἐκ τούτου ψηφίζεται Σατορνῖνος ἐπικηρύξαι τοὺς ὑπάτους ὅπως πυρὸς καὶ ὕδατος καὶ στέγης εἴργηται Μέτελλος· καὶ τὸ φαυλότατον αὐτοῖς τοῦ πλήθους παρῆν ἕτοιμον ἀποκτιννύναι τὸν ἄνδρα, τῶν δὲ βελτίστων περιπαθούντων καὶ συντρεχόντων πρὸς τὸν Μέτελλον οὐκ εἴα στασιάζειν διʼ αὐτόν, ἀλλὰ ἀπῆλθεν ἐκ τῆς πόλεως ἔμφρονι λογισμῷ χρησάμενος.

ἢ γὰρ ἀμεινόνων, ἔφη, τῶν πραγμάτων γενομένων καὶ τοῦ δήμου μετανοήσαντος ἀφίξομαι παρακαλούμενος· ἢ μενόντων ὁμοίων ἀπηλλάχθαι κράτιστον. ἀλλὰ γὰρ ὅσης μὲν ἀπέλαυσεν εὐνοίας παρὰ τὴν φυγὴν καὶ τιμῆς Μέτελλος, ὃν δὲ τρόπον ἐν Ῥόδῳ φιλοσοφῶν διῃτήθη, βέλτιον ἐν τοῖς περὶ ἐκείνου γραφομένοις εἰρήσεται.