Comparison of Philopoemen and Titus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

ἀλλὰ πλήθει γε πολέμων καὶ τροπαίων ἡ Φιλοποίμενος ἐμπειρία βεβαιοτέρα, τῷ μὲν γὰρ τὰ πρὸς Φίλιππον ἐκρίθη δυοῖν ἀγώνοιν, ὁ δὲ μυρίας μάχας κατορθώσας οὐδεμίαν ἀμφισβήτησιν τῇ τύχῃ πρὸς τὴν ἐπιστήμην ἀπολέλοιπεν. ἔτι δὲ ὁ μὲν τῇ Ῥωμαίων ἀκμὴν ἐχούσῃ δυνάμει χρησάμενος, ὁ δὲ τῆς Ἑλλάδος ἤδη φθινούσης ἐπακμάσας, δόξαν ἔσχεν, ὥστε τοῦ μὲν ἴδιον, τοῦ δὲ κοινὸν ἔργον εἶναι τὸ κατορθούμενον ὁ μὲν γὰρ ἦρχεν ἀγαθῶν, ὁ δὲ ἄρχων ἀγαθοὺς ἐποίει.

καὶ μὴν τό γε πρὸς Ἕλληνας τούτῳ γενέσθαι τοὺς ἀγῶνας οὐκ εὐτυχῆ μέν, ἰσχυρὰν δὲ τῆς ἀρετῆς

p.390
ἀπόδειξιν παρεῖχεν οἷς γὰρ ὅμοια τἆλλα, τῷ προὔχειν ἀρετῇ κρατοῦσι. καὶ γὰρ δὴ πολεμικωτάτοις Ἑλλήνων Κρησὶ καὶ Λακεδαιμονίοις πολεμήσας, τῶν μὲν πανουργοτάτων δόλῳ, τῶν δʼ ἀλκιμωτάτων τόλμῃ περιεγένετο.

πρὸς δὲ τούτοις Τίτος μὲν ἐξ ὑποκειμένων ἐνίκα, χρώμενος ὁπλισμοῖς καὶ τάξεσιν αἷς παρέλαβε. Φιλοποίμην δὲ αὐτὸς ἐπεισενεγκὼν καὶ μεταβαλὼν τὸν περὶ ταῦτα κόσμον, ὥστε τὸ νικητικώτατον ὑφʼ οὗ μὲν οὐκ ὂν εὑρῆσθαι, τῷ δὲ ὑπάρχον βοηθεῖν. κατὰ χεῖρα τοίνυν Φιλοποίμενος μὲν ἔργα πολλὰ καὶ μεγάλα, θατέρου δὲ οὐδέν, ἀλλὰ καὶ τῶν Αἰτωλῶν τις αὐτὸν Ἀρχέδημος ἐπέσκωπτεν ὡς, ὅτε αὐτὸς ἐσπασμένος τὴν μάχαιραν ἔθει δρόμῳ πρὸς τοὺς μαχομένους καὶ τοὺς συνεστῶτας τῶν Μακεδόνων, τοῦ Τίτου τὰς χεῖρας εἰς τὸν οὐρανὸν ὑπτίας ἀνατείναντος ἑστῶτος καὶ προσευχομένου.