Comparison of Philopoemen and Titus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

μεγέθει μὲν οὖν τῶν εἰς τοὺς Ἕλληνας εὐεργεσιῶν οὔτε Φιλοποίμενα Τίτῳ παραβάλλειν οὔτε πάνυ πολλοὺς τῶν Φιλοποίμενος ἀμεινόνων ἀνδρῶν ἄξιόν ἐστι. τοῖς μὲν γὰρ Ἕλλησι πρὸς Ἕλληνας οἱ πόλεμοι, τῷ δὲ οὐχ Ἕλληνι καὶ ὑπὲρ Ἑλλήνων· καὶ ὅτε Φιλοποίμην ἀμηχανῶν τοῖς ἑαυτοῦ πολίταις ἀμύνειν πολεμουμένοις εἰς Κρήτην ἀπῆρε, τότε νικήσας Τίτος ἐν μέσῃ τῇ Ἑλλάδι Φίλιππον ἠλευθέρου καὶ τὰ ἔθνη καὶ πόλεις ἁπάσας.

εἰ δέ τις ἐξετάζοι τὰς μάχας ἑκατέρου, πλείους Ἕλληνας Φιλοποίμην Ἀχαιῶν στρατηγῶν ἢ Μακεδόνας Τίτος Ἕλλησι βοηθῶν ἀνεῖλε. τὰ τοίνυν ἁμαρτήματα τοῦ μὲν φιλοτιμίας,

p.388
τοῦ δὲ φιλονεικίας γέγονε, καὶ πρὸς ὀργὴν ὁ μὲν εὐκίνητος, ὁ δὲ καὶ δυσπαραίτητος. Τίτος μὲν
paris.1624.382
γὰρ καὶ Φιλίππῳ τὸ ἀξίωμα τῆς βασιλείας ἐφύλαξε καὶ πρὸς Αἰτωλοὺς εὐγνωμόνησε, Φιλοποίμην δὲ τῆς πατρίδος διʼ ὀργὴν ἀφείλετο τὴν περιοικίδα συντέλειαν.

ἔτι δὲ ὁ μὲν τοῖς εὖ παθοῦσιν ἀεὶ βέβαιος, ὁ δὲ θυμῷ λῦσαι χάριν ἕτοιμος. Λακεδαιμονίων γὰρ εὐεργέτης πρότερον ὢν ὕστερον καὶ τὰ τείχη κατέσκαψε καὶ τὴν χώραν περιέκοψε καὶ τέλος αὐτὴν μετέβαλε καὶ διέφθειρε τὴν πολιτείαν. ἐδόκει δὲ καὶ τὸν βίον ὀργῇ προέσθαι καὶ φιλονεικίᾳ, μὴ κατὰ καιρὸν, ἀλλʼ ὀξύτερον τοῦ δέοντος εἰς Μεσσήνην ἐπειχθείς, οὐχ ὥσπερ Τίτος πάντα λογισμῷ καὶ πρὸς ἀσφάλειαν στρατηγήσας.