Titus Flamininus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

οὕτω μὲν τὸν Ἀννίβαν ἀποθανεῖν λέγουσιν. ἀπαγγελθέντων δὲ τούτων πρὸς τὴν σύγκλητον, οὐκ ὀλίγοις ἐπαχθὴς ἔδοξεν ὁ Τίτος καί περιττὸς ἄγαν καί ὠμός, ὥσπερ ὄρνιν ὑπὸ γήρως ἀπτῆνα καί κόλουρον ἀφειμένον ζῆν χειροήθη τὸν Ἀννίβαν ἀποκτείνας, οὐδενὸς ἐπείγοντος, ἀλλὰ διὰ δόξαν, ὡς ἐπώνυμος τοῦ θανάτου γένοιτο.

καί τὴν Ἀφρικανοῦ Σκηπίωνος ἐκτιθέντες πρᾳότητα καί μεγαλοψυχίαν ἔτι μᾶλλον ἐθαύμαζον, ὡς ἀήττητον ὄντα καί φοβερὸν ἐν Λιβύῃ καταπολεμήσας Ἀννίβαν οὔτε ἐξήλασεν

paris.1624.381
οὔτε ἐξῃτήσατο παρὰ τῶν πολιτῶν, ἀλλὰ καί πρὸ τῆς μάχης εἰς λόγους ἐλθὼν ἐδεξιώσατο καί μετὰ τὴν μάχην σπενδόμενος οὐδὲν ἐπετόλμησεν οὐδʼ ἐπενέβη τῇ τύχῃ τοῦ ἀνδρός.

λέγεται δὲ αὖθις ἐν Ἐφέσῳ συμβαλεῖν αὐτούς· καί πρῶτον μὲν ἐν τῷ συμπεριπατεῖν τοῦ Ἀννίβου τὴν προσήκουσαν ἐν ἀξιώματι τάξιν ἐκεἰνῳ[*](ἐκείνῳ Coraës and Bekker, after Reiske: εἶναι. Blass corrects to προήκουσαν ἐν ἀ. τάξιν.) προλαβόντος ἀνέχεσθαι καί περιπατεῖν ἀφελῶς τὸν Ἀφρικανόν, ἔπειτα λόγου περὶ στρατηγῶν ἐμπεσόντος καί τοῦ Ἀννίβου κράτιστον ἀποφηναμένου γεγονέναι τῶν στρατηγῶν Ἀλέξανδρον, εἶτα Πύρρον, τρίτον δὲ αὑτόν, ἡσυχῇ μειδιάσαντα τὸν Ἀφρικανὸν εἰπεῖν, τί δʼ, εἰ μή σε ἐγὼ νενικήκειν;

καί τὸν Ἀννίβαν, οὐκ ἂν, ὦ Σκηπίων, φάναι, τρίτον ἐμαυτόν, ἀλλὰ πρῶτον ἐποιούμην τῶν στρατηγῶν. ταῦτα δὴ τοῦ Σκηπίωνος οἱ πολλοὶ θαυμάζοντες

p.384
ἐκάκιζον τὸν Τίτον ὡς ἀλλοτρίῳ νεκρῷ προσενεγκόντα τὰς χεῖρας. ἔνιοι δὲ ἦσαν οἱ τὸ πεπραγμένον ἐπαινοῦντες καί τὸν Ἀννίβαν, ἕως ἔζη, πῦρ ἡγούμενοι δεόμενον τοῦ ῥιπίζοντος·

μηδὲ γὰρ ἀκμάζοντος αὐτοῦ τὸ σῶμα Ῥωμαίοις καί τὴν χεῖρα φοβεράν, ἀλλὰ τὴν δεινότητα καί τὴν ἐμπειρίαν γεγονέναι μετὰ τῆς ἐμφύτου πικρίας καί δυσμενείας, ὧν οὐδὲν ἀφαιρεῖν τὸ γῆρας,ʼ ἀλλʼ ὑπομένειν τὴν φύσιν ἐν τῷ ἤθει, τὴν δὲ τύχην οὐ διαμένειν ὁμοίαν, ἀλλὰ μεταπίπτουσαν ἐκκαλεῖσθαι ταῖς ἐλπίσι πρὸς τὰς ἐπιθέσεις τοὺς ἀεὶ τῷ μισεῖν πολεμοῦντας.

καί τὰ ὕστερά πως ἔτι μᾶλλον ἐμαρτύρησε τῷ Τίτῳ, τοῦτο μὲν Ἀριστόνικος ὁ τοῦ κιθαρῳδοῦ διὰ τὴν Εὐμενοῦς δόξαν ἐμπλήσας ἅπασαν ἀποστάσεων καί πολέμων τὴν Ἀσίαν, τοῦτο δὲ Μιθριδάτης μετὰ Σύλλαν καί Φιμβρίαν καί τοσοῦτον ὄλεθρον στρατευμάτων καὶ στρατηγῶν αὖθις ἐπὶ Λεύκολλον ἐκ γῆς ὁμοῦ καί θαλάττης ἀναστὰς τηλικοῦτος.