Titus Flamininus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

τὸ δὲ οὖν φύσει Τίτου φιλότιμον, ἄχρι μὲν ἱκανὴν εἶχεν ὕλην περὶ τοὺς εἰρημένους πολέμους διατρίβοντος, εὐδοκίμει· καὶ γὰρ ἐχιλιάρχησεν αὖθις μετὰ τὴν ὑπατείαν, οὐδενὸς ἐπείγοντος· ἀπαλλαγεὶς δέ τοῦ ἄρχειν καὶ πρεσβύτερος ὢν ἠλέγχετο μᾶλλον, ἐν οὐκ ἔχοντι πράξεις ἔτι τῷ λοιπῷ βίῳ σπαργῶντα πρὸς δόξαν καὶ νεανἰζοντα τῷ πάθει κατέχειν ἑαυτὸν οὐ δυνάμενος.

τοιαύτῃ γάρ τινι καὶ τὸ περὶ Ἀννίβαν φορᾷ ἐδόκει πράξας ἐπαχθὴς γενέσθαι τοῖς πολλοῖς. ὁ γὰρ Ἀννίβας οἴκοθεν μὲν ἐκ Καρχηδόνος ὑπεκδρὰς Ἀντιόχῳ συνῆν, ἐκείνου δέ μετὰ τὴν ἐν Φρυγίᾳ μάχην εἰρήνης ἀγαπητῶς τυχόντος, αὖθις φεύγων καὶ πλανηθεὶς πολλά τέλος ἐν τῇ Βιθυνίᾳ κατέστη Προυσίαν θεραπεύων, οὐδενὸς Ῥωμαίων ἀγνοοῦντος, ἀλλὰ παρορώντων ἁπάντων διʼ ἀσθένειαν καὶ γῆρας ὥσπερ ἐρριμμένον ὑπὸ τῆς τύχης.

Τίτος δέ πρεσβευτὴς διʼ ἑτέρας δή τινας πράξεις ὑπὸ τῆς βουλῆς πρὸς τὸν Προυσίαν ἀφικόμενος καὶ τὸν Ἀννίβαν ἰδὼν αὐτόθι διαιτώμενον, ἠγανάκτησεν εἰ ζῇ, καὶ πολλά τοῦ Προυσίου δεομένου καὶ λιπαροῦντος ὑπὲρ ἀνδρὸς ἱκέτου καὶ συνήθους οὐ παρῆκε. χρησμοῦ δέ τινος, ὡς ἔοικε, παλαιοῦ περὶ τῆς Ἀννίβου τελευτῆς οὕτως ἔχοντος,

Λίβυσσα κρύψει βῶλος Ἀννίβου δέμας,
p.380
ὁ μὲν ἄρα Λιβύην ὑπενόει καὶ τὰς ἐν Καρχηδόνι ταφάς, ὡς ἐκεῖ καταβιωσόμενος·

ἐν δὲ Βιθυνίᾳ τόπος ἐστὶ θινώδης ἐπὶ θαλάσσης καὶ πρὸς αὐτῷ κώμη τις μεγάλη Λίβυσσα καλεῖται, περὶ ταύτην ἔτυχε διατρίβων Ἀννίβας, ἀεὶ δὲ ἀπιστῶν τῇ τοῦ Προυσίου μαλακίᾳ καὶ φοβούμενος τοὺς Ῥωμαίους τὴν οἰκίαν ἔτι πρότερον ἐξόδοις ἑπτὰ καταγείοις συντετρημένην ἐκ τῆς ἑαυτοῦ διαίτης εἶχεν, ἄλλου κατʼ ἄλλο τῶν ὑπονόμων, πόρρω δὲ πάντων ἀδήλως ἐκφερόντων.

ὡς οὖν ἤκουσε τότε τὸ πρόσταγμα τοῦ Τίτου, φεύγειν μὲν ὥρμησε διὰ τῶν ὑπονόμων, ἐντυχὼν δὲ φυλακαῖς βασιλικαῖς ἔγνω διʼ αὑτοῦ τελευτᾶν. ἔνιοι μὲν οὖν λέγουσιν ὡς ἱμάτιον τῷ τραχήλῳ περιβαλὼν καὶ κελεύσας οἰκέτην ὄπισθεν ἐρείσαντα κατὰ τοῦ ἰσχίου τὸ γόνυ καὶ σφοδρῶς ἀνακλάσαντα συντεῖναι καὶ περιστρέψαι, μέχρι ἂν ἐκθλίψαι τὸ πνεῦμα, διαφθείρειεν αὑτόν ἔνιοι δέ μιμησάμενον Θεμιστοκλέα καὶ Μίδαν αἷμα ταύρειον πιεῖν·

Λίβιος δέ φησι φάρμακον ἔχοντα κεράσαι καὶ τὴν κύλικα δεξάμενον εἰπεῖν ἀναπαύσωμεν ἤδη ποτὲ τὴν πολλὴν φροντίδα Ῥωμαίων, οἳ μακρὸν ἡγήσαντο καὶ βαρὺ μισουμένου γέροντος ἀναμεῖναι θάνατον, οὐ μὴν οὐδὲ Τίτος ἀξιοζήλωτον ἀποίσεται νίκην οὐδὲ τῶν προγόνων ἀξίαν, οἳ Πύρρῳ πολεμοῦντι καὶ κρατοῦντι τὴν μέλλουσαν ὑποπέμψαντες κατεμήνυσαν φαρμακείαν.

p.382