Philopoemen

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

οὐχ ὑπεῖξεν οὐδὲ ἀνῆκεν, ἀλλὰ καὶ τὰς πόλεις ἐπιών καὶ κατʼ ἄνδρα τῶν νέων ἕκαστον ἐπὶ τὴν φιλοτιμίαν συνεξορμῶν, καὶ κολάζων τοὺς ἀνάγκης δεομένους, μελέταις τε καὶ πομπαῖς καὶ πρὸς ἀλλήλους ἁμίλλαις χρώμενος, ὅπου πλεῖστοι θεᾶσθαι μέλλοιεν, ἐν ὀλίγῳ χρόνῳ πᾶσι ῥώμην τε θαυμαστὴν καὶ προθυμίαν παρέστησε καὶ,

ὃ μέγιστον ἦν ἐν τοῖς τακτικοῖς, ἐλαφροὺς καὶ ὀξεῖς

paris.1624.360
πρός τε τὰς κατʼ οὐλαμὸν ἐπιστροφὰς καὶ περισπασμοὺς καὶ τὰς καθʼ ἵππον ἐπιστροφὰς καὶ κλίσεις ἀπειργάσατο, καὶ συνείθισεν ὡς ἑνὶ σώματι κινουμένῳ καθʼ ὁρμὴν ἑκούσιον ἐοικέναι τὴν ὅλου τοῦ συστήματος ἐν ταῖς μεταβολαῖς εὐχέρειαν.

συστάσης δὲ τῆς περὶ τὸν Λάρισσον αὐτοῖς ποταμὸν ἰσχυρᾶς μάχης πρός Αἰτωλοὺς καὶ Ἠλείους, ὁ τῶν Ἠλείων ἵππαρχος Δαμόφαντος

p.274
ὥρμησεν ἐπὶ τὸν Φιλοποίμενα προεξελάσας. δεξάμενος δὲ τὴν ὁρμὴν ἐκεῖνος αὐτοῦ καὶ φθάσας τῷ δόρατι παίει καὶ καταβάλλει τὸν Δαμόφαντον.

εὐθὺς δὲ τούτου πεσόντος ἔφυγον οἱ πολέμιοι, καὶ λαμπρὸς ἦν ὁ Φιλοποίμην, ὡς οὔτε κατὰ χεῖρα τῶν νέων τινὸς οὔτε συνέσει τῶν πρεσβυτέρων ἀπολειπόμενος, ἀλλὰ καὶ μάχεσθαι καὶ στρατηγεῖν ἱκανώτατος.