Philopoemen

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

τῶν δὲ ἀπολογουμένων ὡς παρὰ γνώμην βιασθεῖεν εἰς χεῖρας ἐλθεῖν τοῖς πολεμίοις μειρακίου Μεγαλοπολιτικοῦ προεμβαλόντος, γελάσας ὁ Ἀντίγονος ἐκεῖνο τοίνυν τὸ μειράκιον, εἶπεν, ἔργον ἡγεμόνος μεγάλου πεποίηκεν.

ἐκ τούτου δόξαν ἔσχεν, ὥσπερ εἰκὸς, ὁ Φιλοποίμην, καὶ τοῦ μὲν Ἀντιγόνου σπουδάσαντος ὅπως στρατεύοιτο μετʼ αὐτοῦ, καὶ διδόντος ἡγεμονίαν καὶ χρήματα, παρῃτήσατο, μάλιστα τὴν ἑαυτοῦ φύσιν καταμαθὼν πρὸς τὸ ἄρχεσθαι δυσκόλως καὶ χαλεπῶς ἔχουσαν, ἀργεῖν δὲ καὶ σχολάζειν οὐ βουλόμενος ἀσκήσεως ἕνεκα καὶ μελέτης τῶν πολεμικῶν εἰς Κρήτην ἔπλευσεν ἐπὶ στρατείαν.

κἀκεῖ συχνὸν χρόνον ἐγγυμνασάμενος

p.272
ἀνδράσι μαχίμοις καὶ ποικίλοις μεταχειρίσασθαι πόλεμον, ἔτι δὲ σώφροσι καὶ κεκολασμένοις περὶ δίαιταν, ἐπανῆλθεν οὕτω λαμπρὸς εἰς τοὺς Ἀχαιούς ὥστε εὐθὺς ἵππαρχος ἀποδειχθῆναι.

παραλαβὼν δὲ τοὺς ἱππεῖς φαύλοις μὲν ἱππαρίοις ἐκ τοῦ προστυχόντος, ὅτε συμβαίνοι στρατεία, προσχρωμένους, αὐτοὺς δὲ τὰς πολλὰς τῶν στρατειῶν ἀποδιδράσκοντας, ἑτέρους δὲ πέμποντας ἀνθʼ ἑαυτῶν, δεινὴν δὲ ἀπειρίαν μετὰ ἀτολμίας πάντων οὖσαν, περιορῶντας δὲ ταῦτα τοὺς ἄρχοντας ἀεὶ διά τε τὸ πλεῖστον ἐν τοῖς Ἀχαιοῖς τοὺς ἱππεῖς δύνασθαι καὶ μάλιστα κυρίους εἶναι τιμῆς καὶ κολάσεως,