Philopoemen

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

οὐ μὴν ἀλλὰ κομίσαντες αὐτὸν εἰς τὸν καλούμενον Θησαυρόν, οἴκημα κατάγειον οὔτε πνεῦμα λαμβάνον οὔτε φῶς ἔξωθεν οὔτε θύρας ἔχον, ἀλλὰ μεγάλῳ λίθῳ

p.312
περιαγομένῳ κατακλειόμενον, ἐνταῦθα κατέθεντο, καὶ τὸν λίθον ἐπιρράξαντες ἄνδρας ἐνόπλους κύκλῳ περιέστησαν.

οἱ δʼ ἱππεῖς τῶν Ἀχαιῶν ἐκ τῆς φυγῆς ἀναλαβόντες αὑτούς, ὡς οὐδαμοῦ φανερὸς ἦν ὁ Φιλοποίμην, ἀλλʼ ἐδόκει τεθνάναι, πολὺν μὲν χρόνον ἐπέστησαν ἀνακαλούμενοι τὸν ἄνδρα καὶ δίδοντες ἀλλήλοις λόγον ὡς αἰσχρὰν σωτηρίαν καὶ ἄδικον σῴζονται προέμενοι τοῖς πολεμίοις τὸν στρατηγόν ἀφειδήσαντα τοῦ ζῆν διʼ αὑτούς,

ἔπειτα προϊόντες ἅμα καὶ πολυπραγμονοῦντες ἐπύθοντο τὴν σύλληψιν αὐτοῦ καὶ διήγγελλον εἰς τὰς πόλεις τῶν Ἀχαιῶν, οἱ δὲ συμφορὰν ποιούμενοι μεγάλην ἀπαιτεῖν μὲν ἔγνωσαν τὸν ἄνδρα παρὰ τῶν Μεσσηνίων πρεσβείαν πέμψαντες, αὐτοὶ δὲ παρεσκευάζοντο στρατεύειν.