Philopoemen

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

ἐπεὶ δὲ τήν κεφαλὴν ἐπάρας διέβλεψεν, ἀθρόοι περιπεσόντες ἀπέστρεφον αὐτοῦ τὰς χεῖρας ὀπίσω καὶ δήσαντες ἦγον, ὕβρει χρώμενοι πολλῇ καὶ λοιδορίᾳ κατʼ ἀνδρὸς οὐδὲ ὄναρ ἄν ποτε παθεῖν ὑπὸ Δεινοκράτους ταῦτα προσδοκήσαντος.

οἱ δʼ ἐν τῇ πόλει τῇ μὲν ἀγγελίᾳ θαυμαστῶς ἐπαρθέντες ἠθροίζοντο περὶ τὰς πύλας· ὡς δὲ εἶδον ἑλκόμενον τὸν Φιλοποίμενα παρʼ ἀξίαν τῆς τε δόξης καὶ τῶν ἔμπροσθεν ἔργων καὶ τροπαίων, ἠλέησαν οἱ πλεῖστοι καὶ συνήλγησαν, ὥστε καὶ δακρῦσαι καὶ τὴν ἀνθρωπίνην ἐκφλαυρίσαι δύναμιν ὡς ἄπιστον καὶ τὸ μηδὲν οὖσαν.

οὕτω δὲ κατὰ μικρὸν εἰς πολλοὺς φιλάνθρωπος ἐχώρει λόγος ὡς μνημονευτέον εἴη τῶν πρόσθεν εὐεργεσιῶν, καὶ τῆς ἐλευθερίας ἣν ἀπέδωκεν αὐτοῖς Νάβιν ἐξελάσας τὸν τύραννον. ὀλίγοι δὲ ἦσαν οἳ τῷ Δεινοκράτει χαριζόμενοι στρεβλοῦν τὸν ἄνδρα καὶ κτείνειν ἐκέλευον ὡς βαρὺν πολέμιον καὶ δυσμείλικτον, αὐτῷ τε Δεινοκράτει φοβερώτερον εἰ διαφύγοι καθυβρισμένος ὑπʼ αὐτοῦ καὶ γεγονὼς αἰχμάλωτος.