Aemilius Paulus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

τῶν δὲ δημοσίων πράξεων καιρὸς ἦν ἐκεῖνος τότε καθʼ ὃν Περσεῖ τῷ Μακεδόνων βασιλεῖ πολεμοῦντες ἐν αἰτίαις τοὺς στρατηγοὺς εἶχον, ὡς διʼ ἀπειρίαν καὶ ἀτολμίαν αἰσχρῶς καὶ καταγελάστως τοῖς πράγμασι χρωμένους καὶ πάσχοντας κακῶς μᾶλλον ἢ ποιοῦντας.

ἄρτι μὲν γὰρ Ἀντίοχον τὸν ἐπικληθέντα μέγαν εἴξαντα τῆς ἄλλης Ἀσίας ὑπὲρ τὸν Ταῦρον ἐκβαλόντες καὶ κατακλείσαντες εἰς Συρίαν, ἐπὶ μυρίοις καὶ πεντακισχιλίοις ταλάντοις ἀγαπήσαντα τὰς διαλύσεις,

ὀλίγῳ δὲ πρόσθεν ἐν Θεσσαλίᾳ συντρίψαντες Φίλιππον καὶ τοὺς Ἕλληνας ἀπὸ Μακεδόνων ἐλευθερώσαντες, ᾧ τε βασιλεὺς οὐδεὶς παραβλητὸς εἰς τόλμαν ἢ δύναμιν, Ἀννίβαν καταπολεμήσαντες,

οὐκ ἀνεκτὸν ἡγοῦντο Περσεῖ καθάπερ ἀντιπάλῳ τῆς Ῥώμης ἴσον φερόμενοι συμπεπλέχθαι, πολὺν ἤδη χρόνον ἀπὸ τῶν λειψάνων τῆς πατρῴας ἥττης πολεμοῦντι πρὸς αὐτούς,

ἀγνοοῦντες ὅτι πολλῷ τὴν Μακεδόνων

p.372
δύναμιν ἡττηθεὶς Φίλιππος ἐρρωμενεστέραν καὶ μαχιμωτέραν ἐποίησε. περὶ ὧν δίειμι βραχέως ἄνωθεν ἀρξάμενος.

Ἀντίγονος μέγιστον δυνηθεὶς τῶν Ἀλεξάνδρου διαδόχων καὶ στρατηγῶν, κτησάμενος ἑαυτῷ καὶ γένει τὴν τοῦ βασιλέως προσηγορίαν, υἱόν ἔσχε Δημήτριον, οὗ παῖς Ἀντίγονος ἦν ὁ Γονατᾶς ἐπονομασθείς·

τούτου δὲ Δημήτριος, ὃς αὐτός τε βασιλεύσας χρόνον οὐ πολύν, υἱόν τε παῖδα τὴν ἡλικίαν ἀπολιπὼν Φίλιππον ἐτελεύτησε.

δείσαντες δὲ τὴν ἀναρχίαν οἱ πρῶτοι Μακεδόνων Ἀντίγονον ἐπάγονται τοῦ τεθνηκότος ἀνεψιὸν ὄντα, καὶ συνοικίσαντες αὐτῷ τὴν μητέρα τοῦ Φιλίππου, πρῶτον μὲν ἐπίτροπον καὶ στρατηγόν, εἶτα πειρώμενοι μετρίου καὶ κοινωφελοῦς βασιλέα προσηγόρευσαν. ἐπεκλήθη δὲ Δώσων ὡς ἐπαγγελτικὸς, οὐ τελεσιουργὸς δὲ τῶν ὑποσχέσεων.

μετὰ τοῦτον βασιλεύσας ὁ Φίλιππος ἤνθησεν ἐν τοῖς μάλιστα τῶν βασιλέων ἔτι μειράκιον ὢν, καὶ δόξαν ἔσχεν ὡς ἀναστήσων Μακεδονίαν εἰς τὸ παλαιὸν ἀξίωμα καὶ μόνος ἐπὶ πάντας ἤδη τὴν Ῥωμαίων δύναμιν αἰρομένην καθέξων.

ἡττηθεὶς δὲ μεγάλῃ μάχῃ περὶ Σκότουσσαν ὑπὸ Τίτου Φλαμινίνου τότε μὲν ἔπτηξε καὶ πάντα τὰ καθʼ ἑαυτὸν ἐπέτρεψε Ῥωμαίοις, καὶ τυχὼν ἐπιτιμήσεως μετρίας ἠγάπησεν.