Aemilius Paulus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ὁ δὲ Αἰμίλιος ὕπατος ἀποδειχθεὶς ἐστράτευσεν ἐπὶ τοὺς παραλπίους Λίγυας, οὓς ἔνιοι καί Λιγυστίνους ὀνομάζουσι, μάχιμον καί θυμοειδὲς

p.368
ἔθνος, ἐμπείρως δὲ πολεμεῖν διδασκόμενον ὑπὸ Ῥωμαίων διὰ τὴν γειτνίασιν.

τὰ γὰρ ἔσχατα τῆς Ἰταλίας καί καταλήγοντα πρὸς τάς Ἄλπεις αὐτῶν τε τῶν Ἄλπεων τὰ κλυζόμενα τῷ Τυρρηνικῷ πελάγει καί πρὸς τὴν Λιβύην ἀνταίροντα νέμονται, μεμιγμένοι Γαλάταις καί τοῖς παραλίοις Ἰβήρων.

τότε δὲ καί τῆς θαλάττης ἁψάμενοι σκάφεσι πειρατικοῖς ἀφῃροῦντο καί περιέκοπτον τάς ἐμπορίας, ἄχρι στηλῶν Ἡρακλείων ἀναπλέοντες.

ἐπιόντος οὖν τοῦ Αἰμιλίου τετρακισμύριοι γενόμενοι τὸ πλῆθος ὑπέστησαν ὁ δὲ τοὺς σύμπαντας ὀκτακισχιλίους ἔχων πενταπλασίοις οὖσιν αὐτοῖς συνέβαλε, καί τρεψάμενος καί κατακλείσας εἰς τὰ τείχη διέδωκε λόγον φιλάνθρωπον καί συμβατικόν·

οὐ γὰρ ἦν βουλομένοις

paris.1624.258
τοῖς Ῥωμαίοις παντάπασιν ἐκκόψαι τὸ Λιγύων ἔθνος, ὥσπερ ἕρκος ἢ πρόβολον ἐμποδὼν κείμενον τοῖς Γαλατικοῖς κινήμασιν ἐπαιωρουμένοις ἀεὶ περὶ τὴν Ἰταλίαν.

πιστεύσαντες οὖν τῷ Αἰμιλίῳ τάς τε ναῦς καί τάς πόλεις ἐνεχείρισαν. ὁ δὲ τάς μὲν πόλεις οὐδὲν ἀδικήσας ἢ μόνον τὰ τείχη περιελών ἀπέδωκε, τάς δὲ ναῦς ἁπάσας ἀφείλετο, καί πλοῖον οὐδὲν αὐτοῖς τρισκάλμου μεῖζον ἀπέλιπε·

τοὺς δὲ ἡλωκότας ὑπʼ αὐτῶν κατὰ γῆν ἢ κατὰ θάλατταν ἀνεσώσατο πολλοὺς καί ξένους καὶ Ῥωμαίους εὑρεθέντας. ἐκείνη μὲν οὖν ἡ ὑπατεία τάς εἰρημένας πράξεις ἐπιφανεῖς ἔσχεν.

ὕστερον δὲ πολλάκις ποιήσας φανερὸν αὑτὸν αὖθις ὑπατεῦσαι βουλόμενον καί ποτε καί παραγγείλας, ὡς ἀπέτυχε καί παρώφθη, τὸ λοιπὸν ἡσυχίαν εἶχε, τῶν ἱερῶν ἐπιμελούμενος καί τοὺς

p.370
παῖδας ἀσκῶν τὴν μὲν ἐπιχώριον παιδείαν καί πάτριον ὥσπερ αὐτὸς ἤσκητο, τὴν δὲ Ἑλληνικὴν φιλοτιμότερον.

οὐ γὰρ μόνον γραμματικοὶ καί σοφισταὶ καί ῥήτορες, ἀλλὰ καί πλάσται καί ζωγράφοι καί πώλων καί σκυλάκων ἐπιστάται καί διδάσκαλοι θήρας Ἕλληνες ἦσαν περὶ τοὺς νεανίσκους.

ὁ δὲ πατήρ, εἰ μή τι δημόσιον ἐμποδὼν εἴη, παρῆν ἀεὶ μελετῶσι καί γυμναζομένοις, φιλοτεκνότατος Ῥωμαίων γενόμενος.