Aemilius Paulus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
ὡς δὲ καὶ προσδιαλέγοιτο τοῖς ἑταίροις ἅμα βαδίζων, καταβὰς ἐφείλκετο τὸν ἵππον.
τῶν δὲ ὁ μέν τις ὑπόδημα προσποιούμενος λελυμένον συνάπτειν, ὁ δʼ ἵππον ἄρδειν, ὁ δὲ ποτοῦ χρῄζειν, ὑπολειπόμενοι κατὰ μικρὸν ἀπεδίδρασκον, οὐχ οὕτω τοὺς πολεμίους, ὡς τὴν ἐκείνου χαλεπότητα δεδοικότες.
κεχαραγμένος γὰρ ὑπὸ τῶν κακῶν
ἐπεὶ δὲ νυκτὸς εἰς Πέλλαν εἰσελθὼν Εὖκτον καὶ Εὔλαιον , τοὺς ἐπὶ τοῦ νομίσματος, ἀπαντήσαντας αὐτῷ καὶ τὰ μέν ἐγκαλοῦντας περὶ τῶν γεγονότων, τὰ δὲ παρρησιαζομένους ἀκαίρως καὶ συμβουλεύοντας ὀργισθεὶς ἀπέκτεινεν, αὐτὸς τῷ ξιφιδίῳ παίων ἀμφοτέρους, οὐδεὶς παρέμεινεν αὐτῷ πάρεξ Εὐάνδρου τε τοῦ Κρητὸς καὶ Ἀρχεδάμου τοῦ Αἰτωλοῦ καὶ τοῦ Βοιωτοῦ Νέωνος.
τῶν δὲ στρατιωτῶν ἐπηκολούθησαν οἱ Κρῆτες, οὐ διʼ εὔνοιαν, ἀλλὰ τοῖς χρήμασιν, ὥσπερ κηρίοις μέλιτται, προσλιπαροῦντες.
πάμπολλα γὰρ ἐπήγετο, καὶ προὔθηκεν ἐξ αὐτῶν διαρπάσαι τοῖς Κρησὶν ἐκπώματα καὶ κρατῆρας καὶ τὴν ἄλλην ἐν ἀργύρῳ καὶ χρυσῷ κατασκευὴν εἰς πεντήκοντα ταλάντων λόγον.
γενόμενος δʼ ἐν Ἀμφιπόλει πρῶτον, εἶτʼ ἐκεῖθεν ἐν Γαληψῷ, καὶ τοῦ φόβου μικρὸν ὑπανέντος, εἰς τὸ συγγενὲς καὶ πρεσβύτατον αὐτοῦ τῶν νοσημάτων, τὴν μικρολογίαν, αὖθις ὑπενεχθείς ὠδύρετο πρὸς τοὺς φίλους ὡς τῶν Ἀλεξάνδρου τοῦ μεγάλου χρυσωμάτων ἔνια τοῖς Κρησὶ διερριφὼς ὑπʼ ἀγνοίας, καὶ παρεκάλει τοὺς ἔχοντας ἀντιβολῶν καὶ δακρύων ἀμείψασθαι πρὸς νόμισμα.