Aemilius Paulus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
ἀπορουμένου δὲ αὐτοῦ καὶ περιπαθοῦντος ᾔσθετο πᾶν τὸ στράτευμα, καὶ μεταξὺ δειπνοῦντες ἀνεπήδων καὶ διέθεον μετὰ λαμπάδων, πολλοὶ μὲν ἐπὶ τὴν σκηνὴν τοῦ Αἰμιλίου, πολλοὶ δὲ πρὸ τοῦ χάρακος ἐν τοῖς πρώτοις νεκροῖς ζητοῦντες.
κατήφεια δὲ τὸ στρατόπεδον καὶ κραυγὴ τὸ πεδίον κατεῖχεν ἀνακαλουμένων τὸν Σκηπίωνα. πᾶσι γὰρ ἀγαστὸς ἦν εὐθὺς ἐξ ἀρχῆς, πρὸς ἡγεμονίαν καὶ
ὀψὲ δʼ οὖν ἤδη σχεδὸν ἀπεγνωσμένος ἐκ τῆς διώξεως προσῄει μετὰ δύο ἢ τριῶν ἑταίρων, αἵματος καὶ φόνου πολεμίων ἀνάπλεως, ὥσπερ σκύλαξ γενναῖος, ὑφʼ ἡδονῆς ἀκρατῶς τῇ νίκῃ συνεξενεχθείς.
οὗτός ἐστι Σκηπίων ὁ τοῖς ἱκνουμένοις χρόνοις[*](χρόνοις supplied by Coraës and Bekker, after Reiske.) Καρχηδόνα καὶ Νομαντίαν κατασκάψας καὶ πολὺ πρῶτος ἀρετῇ τῶν τότε Ῥωμαίων γενόμενος καὶ δυνηθεὶς μέγιστον.
Αἰμιλίῳ μὲν οὖν τὴν τοῦ κατορθώματος νέμεσιν εἰς ἕτερον ἡ τύχη καιρὸν ὑπερβαλλομένη τότε παντελῆ τὴν ἡδονὴν ἀπεδίδου τῆς νίκης.
Περσεὺς δὲ φυγῇ μέν ἐκ Πύδνης εἰς Πέλλαν ἀπεχώρει, τῶν ἱππέων ἐπιεικῶς πάντων ἀπὸ τῆς μάχης διασεσῳσμένων.
ἐπεὶ δὲ καταλαμβάνοντες οἱ πεζοὶ τοὺς ἱππεῖς ὡς ἀνάνδρους καὶ προδεδωκότας λοιδοροῦντες ἀπὸ τῶν ἵππων ὤθουν καὶ πληγὰς ἐδίδοσαν, δείσας τὸν θόρυβον ἐκ τῆς ὁδοῦ παρέκλινε τὸν ἵππον, καὶ τὴν πορφύραν, ὡς μὴ διάσημος εἴη, περισπάσας ἔθετο πρόσθεν αὑτοῦ, καὶ τὸ διάδημα διὰ χειρῶν εἶχεν.