Timoleon

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ἄλλως τε καί Καρχηδονίων ἀπαγορευόντων καί παραφυλαττομένων ναυσὶ πολλαῖς τὸν στόλον, οὓς αὐτὸς ἀναγκασθεὶς ἐκείνων βραδυνόντων ποιήσαιτο συμμάχους ἐπὶ τὸν τύραννον.

τούτων δὲ τῶν γραμμάτων ἀναγνωσθέντων, εἰ καί τις ἠπίως εἶχε πρότερον τῶν Κορινθίων πρὸς τὴν στρατείαν, τότε πάντας ἡ πρὸς τὸν Ἱκέτην ὀργὴ παρώξυνεν, ὥστε συγχορηγῆσαι προθύμως τῷ Τιμολέοντι καί συμπαρασκευάσαι τὸν ἔκπλουν.

γενομένων δὲ τῶν νεῶν ἑτοίμων, καὶ τοῖς στρατιώταις ὧν ἔδει πορισθέντων, αἱ μὲν ἱέρειαι τῆς Κόρης ὄναρ ἔδοξαν ἰδεῖν τὰς θεὰς πρὸς

p.278
ἀποδημίαν τινὰ στελλομένας καὶ λεγούσας ὡς Τιμολέοντι μέλλουσι συμπλεῖν εἰς Σικελίαν.

διὸ καὶ τριήρη κατασκευάσαντες ἱερὰν οἱ Κορίνθιοι ταῖν θεαῖν ἐπωνόμασαν. αὐτὸς δʼ ἐκεῖνος εἰς Δελφοὺς πορευθεὶς ἔθυσε τῷ θεῷ, καὶ καταβαίνοντος εἰς τὸ μαντεῖον αὐτὸν γίνεται σημεῖον.