Timoleon

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ἀναγορευθέντος οὖν αὐτοῦ,

p.276
καί τὸν δήμου προθύμως δεξαμένου καί χειροτονήσαντος, ἀναστὰς Τηλεκλείδης ὁ τότε καί δυνάμει καί δόξῃ πρωτεύων ἐν τῇ πόλει, παρεκάλει τὸν Τιμολέοντα περὶ τὰς πράξεις ἀγαθὸν ἄνδρα εἶναι καί γενναῖον. ἂν μὲν γὰρ ἔφη, καλῶς ἀγωνίσῃ, τύραννον ἀνῃρηκέναι δόξομεν,
paris.1624.239
ἂν δὲ φαύλως, ἀδελφόν.

παρασκευαζομένου δὲ τοῦ Τιμολέοντος τὸν ἔκπλουν καί στρατιώτας συνάγοντος, ἐκομίσθη γράμματα πρὸς τοὺς Κορινθίους παρʼ Ἱκέτου μηνύοντα τὴν μεταβολὴν αὐτοῦ καί προδοσίαν.

ὡς γὰρ τάχιστα τοὺς πρέσβεις ἐξέπεμψε, τοῖς Καρχηδονίοις προσθέμενος ἀναφανδὸν ἔπραττε μετʼ ἐκείνων ὅπως Διονύσιον ἐκβαλὼν Συρακουσῶν αὐτὸς ἔσται τύραννος.

καί δεδοικώς μὴ πρότερον ἐλθούσης ἐκ Κορίνθου δυνάμεως καί στρατηγοῦ διαφύγωσιν αἱ πράξεις αὐτόν, ἔπεμψεν ἐπιστολὴν τοῖς Κορινθίοις φράζουσαν ὡς οὐδὲν δέον πράγματα καί δαπάνας ἔχειν αὐτούς πλέοντας εἰς Σικελίαν καί κινδυνεύοντας,