Timoleon

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

τέλος δὲ τοῦ χειμῶνος ἐπικειμένου, καὶ τῶν Ἑλλήνων τὴν πρώτην τάξιν αὐτῶν, ἄνδρας τετρακοσίους, καταβαλόντων, ἐτράπη τὸ πλῆθος εἰς φυγήν.

καὶ πολλοὶ μὲν ἐν τῷ πεδίῳ καταλαμβανόμενοι διεφθείροντο, πολλοὺς δὲ ὁ ποταμὸς τοῖς ἔτι περαιουμένοις συμπίπτοντας ἐμβάλλων καὶ παραφέρων ἀπώλλυε, πλείστους δὲ τῶν λόφων ἐφιεμένους ἐπιθέοντες οἱ ψιλοὶ κατειργάσαντο.

λέγονται γοῦν ἐν μυρίοις νεκροῖς τρισχίλιοι Καρχηδονίων γενέσθαι, μέγα τῇ πόλει πένθος.

οὔτε γὰρ γένεσιν οὔτε πλούτοις οὔτε δόξαις ἕτεροι βελτίονες ἦσαν ἐκείνων, οὔτε ἀποθανόντας ποτὲ μιᾷ μάχῃ πρότερον ἐξ αὐτῶν Καρχηδονίων τοσούτους μνημονεύουσιν, ἀλλὰ Λίβυσι τὰ πολλὰ καὶ Ἴβηρσι καὶ Νομάσι χρώμενοι πρὸς τὰς μάχας ἀλλοτρίαις βλάβαις ἀνεδέχοντο τὰς ἥττας.

ἐγνώσθη δὲ τοῖς Ἕλλησιν ἡ δόξα τῶν πεσόντων ἀπὸ τῶν λαφύρων, ἐλάχιστος γὰρ ἦν χαλκῶν καὶ σιδηρῶν τοῖς σκυλεύουσι λόγος· οὕτως ἄφθονος μὲν ἦν ἄργυρος, ἄφθονος δὲ χρυσός, καὶ γὰρ τὸ στρατόπεδον μετὰ τῶν ὑποζυγίων διαβάντες ἔλαβον.

τῶν δʼ αἰχμαλώτων οἱ μὲν πολλοὶ διεκλάπησαν ὑπὸ τῶν στρατιωτῶν, εἰς δὲ κοινὸν ἀπεδείχθησαν πεντακισχίλιοι τὸ πλῆθος· ἥλω δὲ καὶ διακόσια τῶν

p.332
τεθρίππων.

καλλίστην δὲ καὶ μεγαλοπρεπεστάτην ὄψιν ἡ Τιμολέοντος ἐπεδείκνυτο σκηνή περισωρευθεῖσα παντοδαποῖς λαφύροις, ἐν οἷς χίλιοι μὲν θώρακες ἐργασίᾳ, καὶ κάλλει διαφέροντες, μύριαι δὲ ἀσπίδες προετέθησαν.

ὀλίγοι δὲ πολλοὺς σκυλεύοντες καὶ μεγάλαις ἐντυγχάνοντες ὠφελείαις τρίτῃ μόλις ἡμέρᾳ μετὰ τὴν μάχην ἔστησαν τρόπαιον.

ἅμα δὲ τῇ φήμῃ τῆς νίκης ὁ Τιμολέων εἰς Κόρινθον ἔπεμψε τὰ κάλλιστα τῶν αἰχμαλώτων ὅπλων, βουλόμενος αὐτοῦ τὴν πατρίδα πᾶσιν ἀνθρώποις ζηλωτὴν εἶναι,

θεωμένοις ἐν ἐκείνῃ μόνῃ τῶν Ἑλληνικῶν πόλεων τοὺς ἐπιφανεστάτους ναοὺς οὐχ Ἑλληνικοῖς κεκοσμημένους λαφύροις οὐδʼ ἀπὸ συγγενῶν φόνου καὶ ὁμοφύλων ἀναθημάτων μνήμας ἀτερπεῖς ἔχοντας, ἀλλὰ βαρβαρικὰ σκῦλα καλλίσταις ἐπιγραφαῖς δηλοῦντα μετὰ τῆς ἀνδρείας τῶν νενικηκότων τὴν δικαιοσύνην, ὅτι Κορίνθιοι καὶ Τιμολέων ὁ στρατηγός ἐλευθερώσαντες τοὺς Σικελίαν οἰκοῦντας Ἕλληνας ἀπὸ Καρχηδονίων χαριστήρια θεοῖς ἀνέθηκαν.