Timoleon

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ὡς δὲ ἐκείνους εἶδεν ὑπὸ τῶν ἁρμάτων πρὸ τῆς τάξεως διαθεόντων εἰς χεῖρας ἐλθεῖν τοῖς Καρχηδονίοις οὐ δυναμένους, ἀλλʼ ὅπως μὴ συνταραχθεῖεν ἀναγκαζομένους ἐξελίττειν συνεχῶς καὶ πυκνὰς ἐξ ἐπιστροφῆς ποιεῖσθαι τὰς ἐπελάσεις,

ἀναλαβὼν τὴν ἀσπίδα καὶ βοήσας ἕπεσθαι καὶ θαρρεῖν τοῖς πεζοῖς ἔδοξεν ὑπερφυεῖ φωνῇ καὶ μείζονι κεχρῆσθαι τῆς συνήθους, εἴτε τῷ πάθει παρὰ τὸν ἀγῶνα καὶ τὸν ἐνθουσιασμὸν οὕτω διατεινάμενος, εἴτε δαιμονίου τινός, ὡς τοῖς πολλοῖς τότε παρέστη, συνεπιφθεγξαμένου.

ταχὺ δὲ τὴν κραυγὴν ἀνταποδόντων, καὶ παρεγγυώντων ἄγειν καὶ μὴ μέλλειν,

p.328
τοῖς μὲν ἱππόταις ἐσήμανεν ἔξω παρὰ τὴν τάξιν τῶν ἁρμάτων παρελάσαι καὶ κατὰ κέρας προσφέρεσθαι τοῖς πολεμίοις, αὐτὸς δὲ τοὺς προμάχους πυκνώσας τῷ συνασπισμῷ, καὶ τὴν σάλπιγγα κελεύσας ἐπιφθέγξασθαι, προσέβαλε τοῖς Καρχηδονίοις.

οἱ δὲ τὴν μὲν πρώτην ἐπιδρομὴν ὑπέστησαν ἐρρωμένως, καὶ τῷ καταπεφράχθαι τὰ σώματα σιδηροῖς θώραξι καὶ χαλκοῖς κράνεσιν ἀσπίδας τε μεγάλας προβεβλῆσθαι διεκρούοντο τὸν δορατισμόν.

ἐπεὶ δὲ εἰς ξίφη συνῆλθεν ὁ ἀγών καί τέχνης οὐχ ἧττον ἢ ῥώμης ἐγεγόνει τὸ ἔργον, ἐξαίφνης ἀπὸ τῶν ὀρῶν βρονταί τε φοβεραὶ κατερρήγνυντο καὶ πυρώδεις ἀστραπαὶ συνεξέπιπτον.

εἶτα ὁ περὶ τοὺς λόφους καὶ τὰς ἀκρωρείας ζόφος ἐπὶ τὴν μάχην κατιών, ὄμβρῳ καὶ πνεύματι καὶ χαλάζῃ συμμεμιγμένος, τοῖς μὲν Ἕλλησιν ἐξόπισθεν καὶ κατὰ νώτου περιεχεῖτο, τῶν δὲ βαρβάρων ἔτυπτε τὰ πρόσωπα καὶ κατήστραπτε τὰς ὄψεις, ἅμα λαίλαπος ὑγρᾶς καὶ φλογὸς συνεχοῦς ἐκ τῶν νεφῶν φερομένης.

ἐν οἷς πολλὰ μὲν ἦν τὰ λυποῦντα, καὶ μάλιστα τοὺς ἀπείρους, οὐχ ἥκιστα δὲ βλάψαι δοκοῦσιν αἱ βρονταί καὶ τῶν ὅπλων ὁ πάταγος κοπτομένων ὕδατι ῥαγδαίῳ καὶ χαλάζῃ, κωλύων ἀκούεσθαι τὰ προστάγματα τῶν ἡγεμόνων.

τοῖς δὲ Καρχηδονίοις

paris.1624.250
οὐκ οὖσιν εὐζώνοις τὸν ὁπλισμόν, ἀλλʼ, ὥσπερ εἴρηται, καταπεφραγμένοις, ὅ τε πηλὸς ἐμπόδιος ἦν οἵ τε κόλποι πληρούμενοι τῶν χιτώνων ὕδατος,

ὥσθʼ αὑτοῖς μὲν εἰς τὸν ἀγῶνα χρῆσθαι βαρεῖς ἦσαν καὶ δύσεργοι, ῥᾴδιοι δὲ τοῖς Ἕλλησι περιτρέπεσθαι, καὶ πεσόντες ἀμήχανοι

p.330
πάλιν ἐκ πηλοῦ μετὰ τῶν ὅπλων ἀναστῆναι.

καὶ γὰρ ὁ Κρίμησος ὑπὸ τῶν διαβαινόντων ἐκλύσθη μέγας ἤδη τοῖς ὄμβροις ηὐξημένος, καὶ τὸ πεδίον τὸ περὶ αὐτόν ὑπὸ πολλὰς συναγκείας καὶ φάραγγας ὑποκείμενον ἐπίμπλατο ῥευμάτων οὐ κατὰ πόρον φερομένων, οἷς οἱ Καρχηδόνιοι καλινδούμενοι χαλεπῶς ἀπήλλαττον.