Timoleon

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

Λεπτίνου δὲ τοῦ τυραννοῦντος Ἀπολλωνίας

paris.1624.248
καὶ συχνῶν ἄλλων πολιχνίων, ὡς ἐκινδύνευε κατὰ κράτος ἁλῶναι, παραδόντος αὑτόν φεισάμενος εἰς Κόρινθον ἀπέστειλε, καλὸν ἡγούμενος ἐν τῇ μητροπόλει τοὺς τῆς Σικελίας τυράννους ὑπὸ τῶν Ἑλλήνων ἀποθεωρεῖσθαι φυγαδικῶς
p.320
καὶ ταπεινῶς ζῶντας.

τοὺς δὲ μισθοφόρους βουλόμενος ἐκ τῆς πολεμίας ὠφελεῖσθαι καὶ μὴ σχολάζειν, αὐτὸς μὲν εἰς τὰς Συρακούσας ἐπανῆλθε τῇ καταστάσει τῆς πολιτείας προσέξων καὶ τοῖς ἥκουσιν ἐκ Κορίνθου νομοθέταις Κεφάλῳ καὶ Διονυσίῳ τὰ κυριώτατα καὶ κάλλιστα συνδιαθήσων,

τοὺς δὲ περὶ Δείναρχον καὶ Δημάρετον εἰς τὴν τῶν Καρχηδονίων ἐξέπεμψεν ἐπικράτειαν, οἳ πόλεις πολλὰς ἀφιστάντες τῶν βαρβάρων οὐ μόνον αὐτοὶ διῆγον ἐν ἀφθόνοις, ἀλλὰ καὶ χρήματα παρεσκεύαζον εἰς τὸν πόλεμον ἀπὸ τῶν ἁλισκομένων.

ἐν τούτῳ δὲ Καρχηδόνιοι καταπλέουσιν εἰς τὸ Λιλύβαιον ἄγοντες ἑπτὰ μυριάδας στρατοῦ καὶ τριήρεις διακοσίας καὶ πλοῖα χίλια κομίζοντα μηχανὰς καὶ τέθριππα καὶ σῖτον ἄφθονον καὶ τὴν ἄλλην παρασκευήν, ὡς οὐκέτι ποιησόμενοι κατὰ μέρος τὸν πόλεμον, ἀλλʼ ὁμοῦ πάσης Σικελίας ἐξελάσοντες τοὺς Ἕλληνας·

ἦν γὰρ ἡ δύναμις ἐπαρκοῦσα καὶ μὴ νοσοῦντας μηδὲ διεφθαρμένους ὑπʼ ἀλλήλων συλλαβέσθαι Σικελιώτας.

πυθόμενοι δὲ πορθεῖσθαι τὴν ἐπικράτειαν αὐτῶν, εὐθὺς ὀργῇ πρὸς τοὺς Κορινθίους ἐχώρουν Ἀσδρούβα τε καὶ Ἀμίλκα στρατηγούντων.