Timoleon

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

κηρυσσομένων δὲ τούτων ἡ μὲν πόλις τὸν δικαιότατον καὶ κάλλιστον ἀπελάμβανεν ἔπαινον καὶ ζῆλον, ἐλευθεροῦσα μὲν ἀπὸ τῶν τυράννων, σῴζουσα δʼ ἀπὸ τῶν βαρβάρων, ἀποδιδοῦσα δὲ τοῖς πολίταις τὴν χώραν.

οἱ δὲ συνελθόντες εἰς Κόρινθον οὐκ ὄντες ἱκανοὶ τὸ πλῆθος ἐδεήθησαν ἐκ Κορίνθου καὶ τῆς ἄλλης Ἑλλάδος παραλαβεῖν συνοίκους· καὶ γενόμενοι μυρίων οὐκ ἐλάττους κατέπλευσαν εἰς

p.318
Συρακούσας.

ἤδη δὲ καὶ τῶν ἐξ Ἰταλίας καὶ Σικελίας πολλοὶ τῷ Τιμολέοντι συνεληλύθεισαν καὶ γενομένοις αὐτοῖς ἑξακισμυρίοις τὸ πλῆθος, ὡς Ἄθανις εἴρηκε, τὴν μὲν χώραν διένειμε, τὰς δὲ οἰκίας ἀπέδοτο χιλίων ταλάντων,

ἅμα μὲν ὑπολειπόμενος τοῖς ἀρχαίοις Συρακουσίοις ἐξωνεῖσθαι τὰς αὑτῶν, ἅμα δὲ χρημάτων εὐπορίαν τῷ δήμῳ μηχανώμενος οὕτως πενομένῳ καὶ πρὸς τἆλλα καὶ πρὸς τὸν πόλεμον ὥστε καὶ τοὺς ἀνδριάντας ἀποδόσθαι, ψήφου διαφερομένης ὑπὲρ ἑκάστου καὶ γινομένης κατηγορίας, ὥσπερ ἀνθρώπων εὐθύνας διδόντων·

ὅτε δή φασι τὸν Γέλωνος ἀνδριάντα τοῦ παλαιοῦ τυράννου διατηρῆσαι τοὺς Συρακουσίους, καταχειροτονουμένων τῶν ἄλλων, ἀγαμένους καὶ τιμῶντας τὸν ἄνδρα τῆς νίκης ἣν πρὸς Ἱμέρᾳ Καρχηδονίους ἐνίκησεν.

οὕτω δὲ τῆς πόλεως ἀναζωπυρούσης καὶ πληρουμένης, ἐπιρρεόντων πανταχόθεν εἰς αὐτὴν τῶν πολιτῶν, βουλόμενος ὁ Τιμολέων καὶ τὰς ἄλλας πόλεις ἐλευθερῶσαι καὶ παντάπασιν ἐκκόψαι τῆς Σικελίας τὰς τυραννίδας, ἐπὶ τὰς χώρας αὐτῶν στρατεύων Ἱκέτην μὲν ἠνάγκασεν ἀποστάντα Καρχηδονίων ὁμολογῆσαι τὰς ἀκροπόλεις κατασκάψειν καὶ βιοτεύσειν ἰδιώτην ἐν Λεοντίνοις,