Comparison of Alcibiades and Coriolanus

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

χρήματα τοίνυν ὁ μέν Ἀλκιβιάδης καὶ λαβεῖν οὐκ εὖ πολλάκις ἐκ δωροδοκιῶν καὶ διαθέσθαι κακῶς εἰς τρυφὴν καὶ ἀκολασίαν ἱστόρηται· Μάρκιον δὲ σὺν τιμῇ διδόντες οἱ στρατηγοὶ λαβεῖν οὐκ ἔπεισαν. διὸ καὶ μάλιστα τοῖς πολλοῖς ἐπαχθὴς ἦν ἐν ταῖς περὶ χρεῶν διαφοραῖς πρὸς τὸν δῆμον, ὡς οὐκ ἐπὶ κέρδεσιν, ἀλλὰ διʼ ὕβριν καὶ περιφροσύνην τοῖς πένησιν ἐπηρεάζων.

Ἀντίπατρος μέν οὖν ἐν ἐπιστολῇ τινι γράφων περὶ τῆς Ἀριστοτέλους τοῦ φιλοσόφου τελευτῆς, πρὸς τοῖς ἄλλοις, φησὶν, ὁ ἀνὴρ καὶ τὸ πείθειν εἶχε. τὰς δὲ Μαρκίου πράξεις καὶ ἀρετὰς τοῦτο μὴ προσὸν ἐπαχθεῖς ἐποίησεν αὐτοῖς τοῖς εὖ παθοῦσι, τὸν ὄγκον αὐτοῦ καὶ τὴν ἐρημίᾳ σύνοικον, ὡς Πλάτων εἶπεν, αὐθάδειαν μὴ ὑπομείναντας --- τοῦ δʼ Ἀλκιβιάδου τοὐναντίον ἐπισταμένου χρῆσθαι τοῖς προστυγχάνουσιν οἰκείως, οὐδὲν θαυμαστὸν ἐν οἷς κατώρθου τὴν δόξαν ἀνθεῖν μετʼ εὐνοίας καὶ τιμῆς εὐημεροῦσαν, ὅπου καὶ τῶν ἁμαρτημάτων ἔνια πολλάκις[*](πολλάκις bracketed by Bekker.) χάριν εἶχε καὶ ὥραν.

ὅθεν οὗτος μέν οὐ μικρὰ βλάψας οὐδʼ ὀλίγα τὴν πόλιν ὅμως ἀπεδείκνυτο πολλάκις ἡγεμὼν καὶ στρατηγός, ἐκεῖνος δὲ μετιὼν ἐπὶ

p.226
πολλαῖς ἀριστείαις καὶ ἀνδραγαθίαις ἀρχὴν προσήκουσαν ἐξέπεσεν. οὕτω τὸν μέν οὐδὲ πάσχοντες κακῶς ἐδύναντο μισεῖν οἱ πολῖται, τῷ δὲ περιῆν θαυμαζομένῳ μὴ φιλεῖσθαι.

καὶ γάρ τοι Μάρκιος μὲν οὐδὲν ἀπεδείξατο τῇ πόλει στρατηγῶν, ἀλλά τοῖς πολεμίοις κατὰ τῆς πατρίδος· Ἀλκιβιάδου δὲ καὶ στρατευομένου πολλάκις καὶ στρατηγοῦντος ἀπέλαυσαν οἱ Ἀθηναῖοι καὶ παρὼν ἐκράτει τῶν ἐχθρῶν ὅσον ἐβούλετο, καὶ μὴ παρόντος ἴσχυσαν αἱ διαβολαί·

Μάρκιος δὲ παρὼν ὑπὸ Ῥωμαίων κατεδικάσθη, παρόντα δὲ Οὐολοῦσκοι διέφθειραν, οὐ δικαίως μὲν οὐδʼ ὁσίως, αἰτίαν δὲ τοῦ εὐλόγου παρέσχεν αὐτός, ὅτι δημοσίᾳ τὰς διαλύσεις μὴ προσδεξάμενος, ἰδίᾳ δὲ πεισθεὶς ὑπὸ τῶν γυναικῶν οὐκ

paris.1624.235
ἔλυσε τὴν ἔχθραν, ἀλλὰ τοῦ πολέμου μένοντος ἀπώλεσε τὸν καιρὸν καὶ διέφθειρε.

πείσαντα γὰρ ἔδει τοὺς πεπιστευκότας ἀπελθεῖν, εἰ τοῦ πρὸς ἐκείνους δικαίου πλεῖστον ἐποιεῖτο λόγον. εἰ δὲ μηδὲν ἐφρόντιζεν Οὐολούσκων, ἀλλὰ τὴν ὀργὴν ἐμπλῆσαι τὴν ἑαυτοῦ βουλόμενος ἐνῆγε τὸν πόλεμον, εἶτʼ ἔληξεν, οὐ διὰ τὴν μητέρα καλῶς εἶχε φείσασθαι τῆς πατρίδος, ἀλλὰ σὺν τῇ πατρίδι τῆς μητρός· μέρος γὰρ ἦν καὶ ἡ μήτηρ καὶ ἡ γυνὴ τῆς πατρίδος ἦν ἐπολιόρκει.

τὸ δὲ δημοσίαις ἱκεσίαις καὶ δεήσει πρέσβεων καὶ λιταῖς ἱερέων

p.228
ἀπηνῶς χρησάμενον εἶτα χαρίσασθαι τῇ μητρὶ τὴν ἀναχώρησιν, οὐ τῆς μητρὸς ἦν τιμὴ, ἀλλʼ ἀτιμία τῆς πατρίδος, οἴκτῳ καὶ παραιτήσει διὰ μίαν γυναῖκα σῳζομένης, ὡς οὐκ ἀξίας σῴζεσθαι διʼ αὑτήν, ἐπίφθονος γὰρ ἡ χάρις καὶ ὠμὴ καὶ ἀχάριστος ἀληθῶς καὶ πρὸς οὐδετέρους ἔχουσα τὸ εὔγνωμον· ἀνεχώρησε γὰρ μήτε πεισθεὶς ὑπὸ τῶν πολεμουμένων μήτε πείσας τοὺς συμπολεμοῦντας.