Comparison of Alcibiades and Coriolanus

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

ὧν αἴτιον ἁπάντων τὸ ἀνομίλητον τοῦ τρόπου καὶ λίαν ὑπερήφανον καὶ αὔθαδες, ὃ καθʼ αὑτὸ μὲν ἐπαχθές ἐστι τοῖς πολλοῖς, τῷ δὲ φιλοτίμῳ προσὸν γίνεται παντάπασιν ἄγριον καὶ ἀπαραίτητον. οὐ γὰρ θεραπεύουσι τοὺς πολλοὺς ὡς μὴ δεόμενοι τιμῆς, εἶτα χαλεπαίνουσι μὴ τυγχάνοντες. ἐπεὶ τό γε μὴ λιπαρῆ μηδὲ θεραπευτικὸν ὄχλων εἶναι καὶ Μέτελλος εἶχε καὶ Ἀριστείδης καὶ Ἐπαμεινώνδας·

ἀλλὰ τῷ καταφρονεῖν ἀληθῶς ὧν δῆμός ἐστι καὶ δοῦναι καὶ ἀφελέσθαι κύριος, ἐξοστρακιζόμενοι καὶ ἀποχειροτονούμενοι καὶ καταδικαζόμενοι πολλάκις οὐκ ὠργίζοντο τοῖς πολίταις ἀγνωμονοῦσιν, ἀλλʼ ἠγάπων αὖθις μεταμελομένους καὶ διηλλάττοντο παρακαλούντων. τὸν γὰρ ἥκιστα θεραπευτικὸν ἥκιστα πρέπει τιμωρητικὸν εἶναι τῶν πολλῶν, ὡς τὸ χαλεπαίνειν μάλιστα μὴ τυγχάνοντα τῆς τιμῆς ἐκ τοῦ σφόδρα γλίχεσθαι φυόμενον.

Ἀλκιβιάδης μὲν οὖν οὐκ ἠρνεῖτο τιμώμενος χαίρειν καὶ δυσφορεῖν παρορώμενος, ὅθεν ἐπειρᾶτο

p.230
προσφιλὴς εἶναι τοῖς παροῦσι καὶ κεχαρισμένος· Μάρκιον δὲ θεραπεύειν μὲν οὐκ εἴα τοὺς τιμᾶν δυναμένους καὶ αὔξειν τὸ ὑπερήφανον, ὀργὴν δὲ καὶ λύπην ἀμελουμένῳ τὸ φιλότιμον παρεῖχε.

καὶ ταῦτʼ ἔστιν ἅ τις ἂν αἰτιάσαιτο τοῦ ἀνδρός· τὰ δʼ ἄλλα πάντα λαμπρά, σωφροσύνης δὲ καὶ χρημάτων ἐγκρατείας ἕνεκα τοῖς ἀρίστοις καὶ καθαρωτάτοις τῶν Ἑλλήνων ἄξιον αὐτὸν παραβάλλειν, οὐκ Ἀλκιβιάδῃ μὰ Δία τῷ θρασυτάτῳ περὶ ταῦτα καὶ ὀλιγωροτάτῳ τοῦ καλοῦ γενομένῳ.