Comparison of Alcibiades and Coriolanus

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

ὅτι τοίνυν ἁπλοῦς τις ὁ Μάρκιος ὑπείληπται τῷ τρόπῳ γεγονέναι καὶ αὐθέκαστος, ὁ δὲ Ἀλκιβιάδης πανοῦργος ἐν τῇ πολιτείᾳ καὶ ἀναλήθης, οὐκ ἄδηλόν ἐστι. μάλιστα δὲ κατηγοροῦσιν αὐτοῦ κακοήθειαν καὶ ἀπάτην, ᾗ τοὺς Λακεδαιμονίων πρέσβεις παρακρουσάμενος, ὡς Θουκυδίδης ἱστόρηκε, τὴν εἰρήνην ἔλυσεν.

ἀλλʼ αὕτη μὲν ἡ πολιτείᾳ, καίπερ εἰς πόλεμον αὖθις ἐμβαλοῦσα τὴν πόλιν, ἰσχυρὰν ἐποίησε καὶ φοβερὰν, τῆς Μαντινέων καὶ Ἀργείων συμμαχίας διʼ Ἀλκιβιάδου προσγενομένης· Μάρκιος δʼ ὅτι μὲν ἀπάτῃ καὶ αὐτὸς ἐξεπολέμωσε Ῥωμαίους καὶ Οὐολούσκους διαβαλὼν ψευδῶς τοὺς ἥκοντας ἐπὶ τὴν θέαν, Διονύσιος ἱστόρηκεν ἡ δʼ αἰτία φαυλότερον ποιεῖ τὸ ἔργον.

οὐ γὰρ ἐκ φιλονεικίας οὐδὲ πολιτικῆς μάχης ἢ ἁμίλλης, ὡς ἐκεῖνος, ἀλλʼ ὀργῇ χαριζόμενος, παρʼ ἧς οὐδένα φησὶν ὁ Δίων[*](Δίων Bekker corrects to Ἴων after Bryan. The verse οὐδεὶς γὰρ ὀργῆς χάριν ἀπείληφεν πάτερ is attributed to Menander in Stobaeus, Floril. xx. 6 (Kock, Com. Att. Frag. iii. p. 188).)

paris.1624.234
ἀπολαβεῖν χάριν, πολλὰ τῆς Ἰταλίας μέρη συνετάραξε καὶ πολλὰς πόλεις οὐδὲν ἀδικούσας τῷ πρὸς τὴν πατρίδα θυμῷ παρανάλωσε. καίτοι
p.222
καὶ Ἀλκιβιάδης διʼ ὀργὴν μεγάλων αἴτιος συμφορῶν κατέστη τοῖς πολίταις.

ἀλλʼ ὅτε πρῶτον ἔγνω μεταμελομένους, εὐγνωμόνησε, καὶ πάλιν ἀπορριφείς οὐκ ἐφήσθη τοῖς στρατηγοῖς ἁμαρτάνουσιν οὐδὲ παρεῖδε κακῶς βουλευομένους καὶ κινδυνεύοντας, ἀλλʼ, ὅπερ Ἀριστείδης ἐπαινεῖται μάλιστα πράξας πρὸς Θεμιστοκλέα, τοῦτʼ ἐποίησε, πρὸς τοὺς τότʼ ἄρχοντας οὐ φίλους ὄντας ἐλθὼν καὶ φράσας τὸ δέον καὶ διδάξας.