Comparison of Alcibiades and Coriolanus

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

ἐκκειμένων δὲ τῶν πράξεων, ὅσας ἡγούμεθα

paris.1624.233
λόγου καὶ μνήμης ἀξίας εἶναι, τὰς μὲν πολεμικὰς ἐπʼ οὐδέτερον ποιούσας ῥοπὴν μεγάλην ὁρᾶν ἐστιν, ὁμαλῶς γὰρ ἀμφότεροι πολλὰ μὲν στρατιωτικῆς ἔργα τόλμης καὶ ἀνδρείας, πολλὰ δὲ καὶ τέχνης καὶ προνοίας στρατηγοῦντες ἐπεδείξαντο,

πλὴν εἰ μή τις θέλοι τὸν Ἀλκιβιάδην, ὅτι καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἐν πολλοῖς ἀγῶσι νικῶν καὶ κατορθῶν διετέλεσεν, ἀποφαίνειν τελειότερον στρατηγόν ἐπεὶ τό γε παρόντας καὶ ἄρχοντας ὀρθοῦν ἀεὶ προδήλως τὰ οἰκεῖα καὶ προδηλότερον αὖ πάλιν βλάπτειν μεθισταμένους ἀμφοτέροις ὑπῆρξε.

πολιτείαν δὲ τὴν μὲν Ἀλκιβιάδου τὴν ἄγαν λαμυρὰν καὶ τὸ μὴ καθαρεῦον ἀναγωγίας καὶ βωμολοχίας ἐν τῷ πρὸς χάριν ὁμιλεῖν τοῖς πολλοῖς οἱ σώφρονες ἐβδελύττοντο, τὴν δὲ Μαρκίου παντάπασιν ἄχαριν καὶ

p.220
ὑπερήφανον καὶ ὀλιγαρχικὴν γενομένην ἐμίσησεν ὁ Ῥωμαίων δῆμος.

οὐδετέραν μὲν οὖν ἐπαινετέον ὁ δὲ δημαγωγῶν καὶ χαριζόμενος τῶν ὅπως οὐ δόξουσι δημαγωγεῖν προπηλακιζόντων τοὺς πολλοὺς ἀμεμπτότερος· αἰσχρὸν μὲν γὰρ τὸ κολακεύειν δῆμον ἐπὶ τῷ δύνασθαι, τὸ δʼ ἰσχύειν ἐκ τοῦ φοβερὸν εἶναι καὶ κακοῦν καὶ πιέζειν πρὸς τῷ αἰσχρῷ καὶ ἄδικόν ἐστιν.